top Adam-Eve

Prologus

Διήγησις καὶ πολιτεία Ἀδὰμ καὶ Εὔας τῶν πρωτοπλάστων , ἀποκαλυφθεῖσα παρὰ θεοῦ Μωϋσῇ τῷ θεράποντι αὐτοῦ , ὅτε τὰς πλάκας τοῦ νόμου τῆς διαθήκης ἐκ χειρὸς κυρίου ἐδέξατο , διδαχθεὶς ὑπὸ τοῦ ἀρχαγγέλου Μιχαήλ .
1:1 $.1   Αὕτη διήγησις Ἀδὰμ καὶ Εὔας . Μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ παραδείσου ἔλαβεν Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ ἀνῆλθεν εἰς τὴν ἀνατολήν . καὶ ἔμεινεν ἐκεῖ ἔτη δέκα ὀκτὼ καὶ μῆνας δύο , καὶ ἐν γαστρὶ Εὔα καὶ ἐγέννησεν δύο υἱούς , τὸν Διάφωτον τὸν καλούμενον Κάϊν καὶ τὸν Ἀμιλαβὲς τὸν καλούμενον Ἄβελ .
1:1 $.2   Καὶ μετὰ ταῦτα ἐγένοντο μετὰ ἀλλήλων Ἀδὰμ καὶ Εὔα · κοιμωμένων δὲ αὐτῶν εἶπεν Εὔα τῷ κυρίῳ αὐτῆς Ἀδάμ · κύριέ μου , ἴδον ἐγὼ κατ’ ὄναρ τῇ νυκτὶ ταύτῃ τὸ αἷμα τοῦ υἱοῦ μου Ἀμιλαβὲς τοῦ ἐπιλεγομένου Ἄβελ βαλλόμενον εἰς τὸ στόμα Κάϊν τοῦ ἀδελφοῦ αὐτοῦ , καὶ ἔπιεν αὐτὸ ἀνελεημόνως . παρεκάλει δὲ αὐτὸν συγχωρῆσαι αὐτῷ ὀλίγον ἐξ αὐτοῦ , αὐτὸς δὲ οὐκ ἤκουσεν αὐτοῦ , ἀλλὰ ὅλον κατέπιεν αὐτό · καὶ οὐκ ἔμεινεν ἐπὶ τὴν κοιλίαν αὐτοῦ , ἀλλ’ ἐξῆλθεν ἐκ τοῦ στόματος αὐτοῦ . εἶπεν δὲ Ἀδὰμ τῇ Εὔᾳ · ἀναστάντες πορευθῶμεν καὶ ἴδωμεν τί ἐστιν τὸ γεγονὸς αὐτοῖς , μή ποτε πολεμεῖ ἐχθρός τι πρὸς αὐτούς .
1:1 $.3   Πορευθέντες δὲ ἀμφότεροι εὗρον πεφονευμένον τὸν Ἄβελ ἀπὸ χειρὸς Κάϊν τοῦ ἀδελφοῦ αὐτοῦ . καὶ λέγει θεὸς Μιχαὴλ τῷ ἀρχαγγέλῳ · εἰπὲ τῷ Ἀδὰμ ὅτι τὸ μυστήριον οἶδας μὴ ἀναγγείλῃς Κάϊν τῷ υἱῷ σου , ὅτι ὀργῆς υἱός ἐστιν . ἀλλὰ μὴ λυποῦ · δώσω σοὶ γὰρ ἀντ’ αὐτοῦ ἕτερον υἱόν , οὗτος δηλώσει σοὶ πάντα ὅσα ποιήσῃς αὐτῷ · σὺ δὲ μὴ εἴπῃς αὐτῷ μηδέν . ταῦτα θεὸς εἶπεν τῷ ἀγγέλῳ αὐτοῦ , Ἀδὰμ δὲ ἐφύλαξεν τὸ ῥῆμα ἐν τῇ καρδίᾳ αὐτοῦ , μετ’ αὐτοῦ δὲ καὶ Εὔα , ἔχοντες τὴν λύπην περὶ Ἄβελ τοῦ υἱοῦ αὐτῶν .
1:1 $.4   Μετὰ δὲ ταῦτα ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ , καὶ ἐν γαστρὶ ἔσχεν καὶ ἐγέννησεν τὸν Σήθ . καὶ λέγει Ἀδὰμ τῇ Εὔᾳ · ἰδοὺ ἐγεννήσαμεν υἱὸν ἀντὶ Ἄβελ , ὃν ἀπέκτεινεν Κάϊν · δώσωμεν δόξαν καὶ θυσίαν τῷ θεῷ .
1:1 $.5   Ἐποίησεν δὲ Ἀδὰμ υἱοὺς τριάκοντα καὶ θυγατέρας τριάκοντα . καὶ περιπεσὼν εἰς νόσον , καὶ βοήσας φωνῇ μεγάλῃ εἶπεν · ἐλθέτωσαν πρός με οἱ υἱοί μου πάντες , ὅπως ὄψομαι αὐτοὺς πρὶν ἀποθανεῖν με . καὶ συνήχθησαν πάντες · ἦν γὰρ οἰκισθεῖσα γῆ εἰς τρία μέρη · καὶ ἦλθον πάντες ἐπὶ τὴν θύραν τοῦ οἴκου ἐν εἰσήρχετο εὔξασθαι τῷ θεῷ . εἶπεν δὲ Σὴθ υἱὸς αὐτοῦ · πάτερ Ἀδάμ , τί σοί ἐστιν νόσος ; καὶ λέγει · τεκνία μου , πόνος πολὺς συνέχει με . καὶ λέγουσιν · τί ἐστιν πόνος καὶ νόσος ;
1:1 $.6   Καὶ ἀποκριθεὶς Σὴθ λέγει αὐτῷ · μὴ ἐμνήσθης , πάτερ , τοῦ παραδείσου ἐξ ὧν ἤσθιες , καὶ ἐλυπήθης ἐπιθυμῆσαι αὐτῶν ; ἐὰν οὕτως ἐστίν , ἀνάγγειλόν μοι , καὶ ἐγὼ πορεύσομαι καὶ ἐνέγκω σοὶ καρπὸν ἀπὸ τοῦ παραδείσου . ἐπιθήσω γὰρ κόπρον ἐπὶ τὴν κεφαλήν μου καὶ κλαύσομαι καὶ προσεύξομαι , καὶ εἰσακούσεταί μου κύριος καὶ ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ , καὶ ἐνέγκω σοὶ ἵνα ἀποπαύσῃ πόνος ἀπὸ σοῦ . λέγει αὐτῷ Ἀδάμ · οὐχί , υἱέ μου Σήθ , ἀλλὰ νόσον καὶ πόνον ἔχω . λέγει αὐτῷ Σήθ · καὶ πῶς σοὶ ἐγένοντο ;
1:1 $.7   Εἶπεν δὲ αὐτῷ Ἀδάμ · ὅτε ἐποίησεν ἡμᾶς θεός , ἐμὲ καὶ τὴν μητέρα ὑμῶν , δι’ ἧς καὶ ἀποθνήσκω , ἔδωκεν ἡμῖν πᾶν φυτὸν ἐν τῷ παραδείσῳ , περὶ δὲ ἑνὸς ἐνετείλατο ἡμῖν μὴ ἐσθίειν ἐξ αὐτοῦ , δι’ οὗ καὶ ἀποθνήσκωμεν . ἤγγισεν δὲ ὥρα τῶν ἀγγέλων τῶν φυλασσόντων τὴν μητέρα ὑμῶν τοῦ ἀναβῆναι καὶ προσκυνῆσαι τὸν κύριον · ἔδωκεν δὲ αὐτῇ ἐχθρὸς καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου , ἐγνωκὼς ὅτι οὐκ ἤμην ἐγγὺς αὐτῆς οὔτε οἱ ἅγιοι Ἄγγελοι · ἔπειτα ἔδωκεν κἀμοὶ φαγεῖν .
1:1 $.8   Ὅτε δὲ ἐφάγομεν ἀμφότεροι , ὀργίσθη ἡμῖν θεός . καὶ ἐλθὼν ἐν τῷ παραδείσῳ δεσπότης ἔθηκεν τὸν θρόνον αὐτοῦ καὶ ἐκάλεσεν φωνῇ φοβερᾷ λέγων · Ἀδάμ , ποῦ εἶ ; καὶ ἵνα τί κρύβεσαι ἀπὸ τοῦ προσώπου μου ; μὴ δυνήσεται οἰκία τῷ οἰκοδομήσαντι αὐτὴν κρυβῆναι ; καὶ λέγει · ἐπειδὴ ἐγκατέλιπες τὴν διαθήκην μου , ὑπήνεγκα τῷ σώματί σου ἑβδομήκοντα πληγάς . πρώτης πόνος πληγῆς βιασμὸς τῶν ὀφθαλμῶν · δευτέρας πληγῆς τῆς ἀκοῆς πόνος · καὶ οὕτως καθεξῆς πᾶσαι αἱ πληγαὶ παρακολουθήσουσίν σοὶ .
1:1 $.9   Ταῦτα δὲ λέγων Ἀδὰμ τοῖς υἱοῖς αὐτοῦ ἀνεστέναξεν μεγάλως , καὶ εἶπεν · τί ποιήσω ; ἐν μεγάλῃ λύπῃ εἰμί . ἔκλαυσεν δὲ καὶ Εὔα λέγουσα · κύριέ μου Ἀδάμ , ἀνάστα , δός μοι τὸ ἥμισυ τῆς νόσου σου , καὶ ὑπενέγκω αὐτήν , ὅτι δι’ ἐμὲ τοῦτό σοὶ γέγονεν , δι’ ἐμὲ ἐν καμάτοις τυγχάνεις καὶ πόνοις . εἶπεν δὲ Ἀδὰμ τῇ Εὔᾳ · ἀνάστα καὶ πορεύου μετὰ τοῦ υἱοῦ ἡμῶν Σὴθ πλησίον τοῦ παραδείσου , καὶ ἐπίθετε γῆν ἐπὶ τὰς κεφαλὰς ὑμῶν καὶ κλαύσατε , δεόμενοι τοῦ θεοῦ ὅπως σπλαγχνισθῇ ἐπ’ ἐμέ , καὶ ἀποστείλῃ τὸν ἄγγελον αὐτοῦ εἰς τὸν παράδεισον καὶ δώσῃ μοι ἐκ τοῦ δένδρου ἐν ῥέει τὸ ἔλαιον ἐξ αὐτοῦ , καὶ ἐνέγκῃς μοι , καὶ ἀλείψομαι καὶ ἀναπαύσομαι , καὶ δηλώσω σοὶ τὸν τρόπον ἐν ἠπατήθημεν τὸ πρότερον .
1:1 $.10   Ἐπορεύθη δὲ Σὴθ καὶ Εὔα εἰς τὰ μέρη τοῦ παραδείσου . καὶ πορευομένων αὐτῶν ἴδεν Εὔα τὸν υἱὸν αὐτῆς καὶ θηρίον πολεμοῦντα αὐτόν . ἔκλαυσεν δὲ Εὔα λέγουσα · οἴμοι οἴμοι , ὅτι ἐὰν ἔλθω εἰς τὴν ἡμέραν τῆς ἀναστάσεως , πάντες οἱ ἁμαρτήσαντες καταράσονταί με , λέγοντες ὅτι οὐκ ἐφύλαξεν Εὔα τὴν ἐντολὴν τοῦ θεοῦ . ἐβόησεν δὲ Εὔα πρὸς τὸ θηρίον λέγουσα · σὺ θηρίον πονηρόν , οὐ φοβήσει τὴν εἰκόνα τοῦ θεοῦ πολεμῆσαι ; πῶς ἠνοίγη τὸ στόμα σου ; πῶς ἐνίσχυσαν οἱ ὀδόντες σου ; πῶς οὐκ ἐμνήσθης τῆς ὑποταγῆς σου , ὅτι πρότερον ὑπετάγης τῇ εἰκόνι τοῦ θεοῦ ;
1:1 $.11   Τότε τὸ θηρίον ἐβόησε λέγον · Εὔα , οὐ πρὸς ἡμᾶς πλεονεξία σου οὔτε κλαυθμός σου , ἀλλὰ πρὸς σέ , ἐπειδὴ ἀρχὴ τῶν θηρίων ἐκ σοῦ ἐγένετο . πῶς ἠνοίγη τὸ στόμα σου φαγεῖν ἀπὸ τοῦ ξύλου περὶ οὗ ἐνετείλατό σοὶ θεὸς μὴ φαγεῖν ἐξ αὐτοῦ ; διὰ τοῦτο καὶ ἡμῖν φύσις μετηλλάγη . νῦν οὖν οὐ δυνήσει ὑπενεγκεῖν , ἐὰν ἀπάρξομαι ἐλέγχειν σὲ .
1:1 $.12   Λέγει δὲ Σὴθ πρὸς τὸ θηρίον · κλεῖσαί σου τὸ στόμα καὶ σίγα , καὶ ἀπόστηθι ἀπὸ τῆς εἰκόνος τοῦ θεοῦ ἕως ἡμέρας τῆς κρίσεως . τότε λέγει τὸ θηρίον τῷ Σήθ · ἰδοὺ ἀφίσταμαι , Σήθ , ἀπὸ τῆς εἰκόνος τοῦ θεοῦ . τότε ἔφυγεν τὸ θηρίον καὶ ἀφῆκεν αὐτὸν πεπληγμένον , καὶ ἐπορεύθη εἰς τὴν σκηνὴν αὐτοῦ .
1:1 $.13   Ἐπορεύθη δὲ Σὴθ μετὰ τῆς μητρὸς αὐτοῦ Εὔας πλησίον τοῦ παραδείσου · καὶ ἔκλαυσαν ἐκεῖ , δεόμενοι τοῦ θεοῦ ὅπως ἀποστείλῃ τὸν ἄγγελον αὐτοῦ καὶ δώσει αὐτοῖς τὸ ἔλαιον τοῦ ἐλέου . καὶ ἀπέστειλεν θεὸς πρὸς αὐτοὺς Μιχαὴλ τὸν ἀρχάγγελον , καὶ εἶπεν αὐτοῖς τοὺς λόγους τούτους · Σήθ , ἄνθρωπε τοῦ θεοῦ , μὴ κάμῃς εὐχόμενος ἐπὶ τῇ ἱκεσίᾳ ταύτῃ περὶ τοῦ ξύλου ἐν ῥέει τὸ ἔλαιον , ἀλεῖψαι τὸν πατέρα σου Ἀδάμ · οὐ γὰρ γενήσεταί σοὶ νῦν , ἀλλ’ ἐπ’ ἐσχάτων τῶν καιρῶν . τότε ἀναστήσεται πᾶσα σὰρξ ἀπὸ Ἀδὰμ ἕως τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης , ὅσοι ἔσονται λαὸς ἅγιος · τότε αὐτοῖς δοθήσεται πᾶσα εὐφροσύνη τοῦ παραδείσου , καὶ ἔσται θεὸς ἐν μέσῳ αὐτῶν · καὶ οὐκ ἔσονται ἔτι ἐξαμαρτάνοντες ἐνώπιον αὐτοῦ , ὅτι ἀρθήσεται ἀπ’ αὐτῶν καρδία πονηρά , καὶ δοθήσεται αὐτοῖς καρδία συνετιζομένη τὸ ἀγαθὸν καὶ λατρεύειν θεῷ μόνῳ . σὺ πάλιν πορεύου πρὸς τὸν πατέρα σου , ἐπειδὴ ἐπληρώθη τὸ μέτρον τῆς ζωῆς αὐτοῦ , ἴσον τριῶν ἡμερῶν , ἐξερχομένης δὲ τῆς ψυχῆς αὐτοῦ μέλλεις θεάσασθαι τὴν ἄνοδον αὐτῆς φοβεράν .
1:1 $.14   Εἰπὼν δὲ ταῦτα ἄγγελος ἀπῆλθεν ἀπ’ αὐτῶν . ἦλθεν Σὴθ καὶ Εὔα εἰς τὴν σκηνὴν ὅπου ἔκειτο Ἀδάμ . λέγει δὲ Ἀδὰμ τῇ Εὔᾳ · τί κατηργάσω ἐν ἡμῖν καὶ ἐπήνεγκας ἐφ’ ἡμᾶς ὀργὴν μεγάλην , ἥτις ἐστὶν θάνατος κατακυριεύων παντὸς τοῦ γένους ἡμῶν ; καὶ λέγει πρὸς αὐτήν · κάλεσον πάντα τὰ τέκνα ἡμῶν καὶ τὰ τέκνα τῶν τέκνων ἡμῶν , καὶ ἀνάγγειλον αὐτοῖς τὸν τρόπον τῆς παραβάσεως ἡμῶν .
1:1 $.15   Τότε λέγει Εὔα πρὸς αὐτούς · ἀκούσατε , πάντα τὰ τέκνα μου καὶ τὰ τέκνα τῶν τέκνων μου , κἀγὼ ἀναγγελῶ ὑμῖν πῶς ἠπάτησεν ἡμᾶς ἐχθρὸς ἡμῶν . ἐγένετο ἐν τῷ φυλάσσειν ἡμᾶς τὸν παράδεισον ἐφυλάττομεν ἕκαστος τὸ λαχὸν αὐτοῦ μέρος ἀπὸ τοῦ θεοῦ · ἐγὼ δὲ ἐφύλαττον ἐν τῷ κληρῷ μου νότον καὶ δύσιν . ἐπορεύθη δὲ διάβολος εἰς τὸν κλῆρον τοῦ Ἀδάμ , ὅπου ἦσαν τὰ ἀρσενικὰ θηρία · ἐπειδὴ τὰ θηρία ἐμέρισεν θεὸς ἡμῖν , καὶ τὰ μὲν ἀρσενικὰ πάντα δέδωκεν τῷ πατρὶ ὑμῶν , καὶ τὰ θηλικὰ πάντα ἔδωκεν ἐμοί , καὶ ἕκαστος ἡμῶν τὸ ἑαυτοῦ ἐτήρει .
1:1 $.16   Καὶ ἐλάλησεν τῷ ὄφει διάβολος λέγων · ἀνάστα ἐλθὲ πρός με καὶ εἴπω σοὶ ῥῆμα ἐν ὀφεληθῇς . τότε ἦλθεν πρὸς αὐτὸν ὄφις , καὶ λέγει αὐτῷ διάβολος · ἀκούω ὅτι φρονιμώτερος εἶ ὑπὲρ πάντων τῶν θηρίων , ἐγὼ δὲ ἦλθον κατανοῆσαί σὲ · εὗρον δὲ σὲ μείζονα πάντων τῶν θηρίων , καὶ ὁμιλοῦσί σοὶ · ὅμως προσκυνεῖς τὸν ἐλαχιστότερον . διὰ τί ἐσθίεις ἐκ τῶν ζιζανίων τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς αὐτοῦ , καὶ οὐχὶ ἐκ τοῦ καρποῦ τοῦ παραδείσου ; ἀνάστα καὶ δεῦρο καὶ ποιήσωμεν αὐτὸν ἐκβληθῆναι διὰ τῆς γυναικὸς αὐτοῦ ἐκ τοῦ παραδείσου , ὡς καὶ ἡμεῖς ἐξεβλήθημεν δι’ αὐτοῦ . λέγει αὐτῷ ὄφις · φοβοῦμαι μήποτε ὀργισθῇ μοι κύριος . λέγει αὐτῷ διάβολος · μὴ φοβοῦ · μόνον γενοῦ μοι σκεῦος , κἀγὼ λαλήσω διὰ στόματός σου ῥῆμα ἐν δυνήσῃ ἐξαπατῆσαι αὐτόν .
1:1 $.17   Καὶ ἐκρεμάσθη εὐθὺς διὰ τῶν τειχέων τοῦ παραδείσου περὶ ὥραν ὅταν ἀνῆλθον οἱ Ἄγγελοι τοῦ θεοῦ τοῦ προσκυνῆσαι . τότε Σατανᾶς ἐγένετο ἐν εἴδει ἀγγέλου καὶ ὕμνει τὸν θεὸν καθάπερ οἱ Ἄγγελοι · καὶ παρακύψασα ἐκ τοῦ τείχους ἴδον αὐτὸν ὅμοιον ἀγγέλου . καὶ λέγει μοι · σὺ εἶ Εὔα ; καὶ εἶπον αὐτῷ · ἐγώ εἰμι . καὶ λέγει μοι · τί ποιεῖς ἐν τῷ παραδείσῳ ; καὶ εἶπον αὐτῷ · θεὸς ἔθετο ἡμᾶς ὥστε φυλάσσειν καὶ ἐσθίειν ἐξ αὐτοῦ . ἀπεκρίθη μοι διάβολος διὰ στόματος τοῦ ὄφεως · καλῶς ποιεῖτε , ἀλλ’ οὐκ ἐσθίετε ἀπὸ παντὸς φυτοῦ . κἀγὼ λέγω αὐτῷ · ναί , ἀπὸ παντὸς φυτοῦ ἐσθίομεν παρὲξ ἑνὸς μόνου , ἐστιν ἐν μέσῳ τοῦ παραδείσου , περὶ οὗ ἐνετείλατο θεὸς ἡμῖν τοῦ μὴ ἐσθίειν ἐξ αὐτοῦ , ἐπεὶ θανάτῳ ἀποθανεῖσθε .
1:1 $.18   Τότε λέγει μοι ὄφις · ζῇ θεὸς ὅτι λυποῦμαι περὶ ὑμῶν , ὅτι ὡς κτήνη ἐστέ . οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν αὐτό , ἀλλὰ ἀνάστα δεῦρο , ἐπάκουσόν μου καὶ φάγε , καὶ νόησον τὴν τιμὴν τοῦ ξύλου . ἐγὼ δὲ εἶπον αὐτῷ · φοβοῦμαι μήποτε ὀργισθῇ μοι θεός , καθὼς εἶπεν ἡμῖν . καὶ λέγει μοι · μὴ φοβοῦ · ἅμα γὰρ φάγῃς , ἀνοιχθήσονταί σου οἱ ὀφθαλμοί , καὶ ἔσεσθε ὡς θεοὶ ἐν τῷ γινώσκειν τί ἀγαθὸν καὶ τί πονηρόν . τοῦτο δὲ γινώσκων θεός , ὅτι ἔσεσθε ὅμοιοι αὐτοῦ , ἐφθόνησεν ὑμῖν καὶ εἶπεν · οὐ φάγεσθε ἐξ αὐτοῦ . σὺ δὲ πρόσεχε τῷ φυτῷ , καὶ ὄψει δόξαν μεγάλην περὶ αὐτοῦ . ἐγὼ δὲ προσέσχον τῷ φυτῷ , καὶ ἴδον δόξαν μεγάλην περὶ αὐτοῦ . εἶπον δὲ αὐτῷ ὅτι ὁραῖόν ἐστιν τοῖς ὀφθαλμοῖς κατανοῆσαι , καὶ ἐφοβήθην λαβεῖν ἀπὸ τοῦ καρποῦ . καὶ λέγει μοι · δεῦρο δώσω σοὶ , ἀκολούθει μοι .
1:1 $.19   Ἤνοιξα δὲ αὐτῷ , καὶ εἰσῆλθεν ἔσω εἰς τὸν παράδεισον , καὶ διώδευσεν ἔμπροσθέν μου . καὶ περιπατήσας ὀλίγον ἐστράφη καὶ λέγει μοι · μεταμεληθεὶς οὐ δώσω σοὶ φαγεῖν . ταῦτα δὲ εἶπεν θέλων εἰς τέλος δελεάσαι καὶ ἀπολέσαι με . καὶ λέγει μοι · ὄμοσόν μοι ὅτι δίδεις καὶ τῷ ἀνδρί σου . ἐγὼ δὲ εἶπον αὐτῷ ὅτι οὐ γινώσκω ποίῳ ὅρκῳ ὀμόσω σοὶ , πλὴν οἶδα λέγω σοὶ · μὰ τὸν θρόνον τοῦ δεσπότου καὶ τὰ χερουβὶμ καὶ τὸ ξύλον τῆς ζωῆς , ὅτι δώσω καὶ τῷ ἀνδρί μου φαγεῖν . ὅτε δὲ ἔλαβεν ἀπ’ ἐμοῦ τὸν ὅρκον , τότε ἦλθεν καὶ ἐπέβη ἐπ’ αὐτόν · ἔθετο δὲ ἐπὶ τὸν καρπόν , ὃν ἔδωκέν μοι φαγεῖν , τὸν ἰὸν τῆς κακίας αὐτοῦ , τοῦτ’ ἔστιν τῆς ἐπιθυμίας αὐτοῦ · ἐπιθυμία γάρ ἐστιν κεφαλὴ πάσης ἁμαρτίας . καὶ ἔκλινα τὸν κλάδον ἐπὶ τὴν γῆν καὶ ἔλαβον ἀπὸ τοῦ καρποῦ καὶ ἔφαγον .
1:1 $.20   Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἠνεῴχθησαν οἱ ὀφθαλμοί μου , καὶ ἔγνων ὅτι γυμνὴ ἤμην τῆς δικαιοσύνης , ἧς ἤμην ἐνδεδυμένη . καὶ ἔκλαυσα λέγουσα · τί τοῦτο ἐποίησάς μοι , ὅτι ἀπηλλοτριώθην ἐκ τῆς δόξης μου , ἧς ἤμην ἐνδεδυμένη ; ἔκλαιον δὲ καὶ περὶ τοῦ ὅρκου . ἐκεῖνος δὲ κατῆλθεν ἐκ τοῦ φυτοῦ καὶ ἄφαντος ἐγένετο . ἐγὼ δὲ ἐζήτουν ἐν τῷ μέρει μου φύλλα ὅπως καλύψω τὴν αἰσχύνην μου , καὶ οὐχ εὗρον ἀπὸ τῶν φυτῶν τοῦ παραδείσου , ἐπειδή , ἅμα ἔφαγον , πάντων τῶν φυτῶν τοῦ ἐμοῦ μέρους κατέρρεον τὰ φύλλα παρὲξ τοῦ σύκου μόνου . λαβοῦσα δὲ φύλλα ἐξ αὐτοῦ ἐποίησα ἐμαυτῇ περιζώματα , καὶ ἐστὶν παρ’ αὐτῶν τῶν φυτῶν ἐξ ὧν ἔφαγον .
1:1 $.21   Καὶ ἐβόησα φωνῇ μεγάλῃ λέγουσα · Ἀδὰμ Ἀδάμ , ποῦ εἶ ; ἀνάστα ἐλθὲ πρός με , καὶ δείξω σοὶ μέγα μυστήριον . ὅτε δὲ ἦλθεν πατὴρ ὑμῶν , εἶπον αὐτῷ λόγους παρανομίας , οἵτινες κατήγαγον ἡμᾶς ἀπὸ μεγάλης δόξης . ἅμα γὰρ ἦλθεν , ἤνοιξα τὸ στόμα μου καὶ διάβολος ἐλάλει , καὶ ἠρξάμην νουθετεῖν αὐτὸν λέγουσα · δεῦρο , κύριέ μου Ἀδάμ , ἐπάκουσόν μου καὶ φάγε ἀπὸ τοῦ καρποῦ τοῦ δένδρου , οὗ εἶπεν ἡμῖν θεὸς τοῦ μὴ φαγεῖν ἀπ’ αὐτοῦ , καὶ ἔσῃ ὡς θεός . καὶ ἀποκριθεὶς πατὴρ ὑμῶν εἶπεν · φοβοῦμαι μήποτε ὀργισθῇ μοι θεός . ἐγὼ δὲ εἶπον αὐτῷ · μὴ φοβοῦ · ἅμα γὰρ φάγῃς , ἔσῃ γινώσκων καλὸν καὶ πονηρόν . καὶ τότε ταχέως πείσασα αὐτόν , ἔφαγεν , καὶ ἠνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί , καὶ ἔγνω καὶ αὐτὸς τὴν γύμνωσιν αὐτοῦ . καὶ λέγει μοι · γύναι πονηρά , τί κατηργάσω ἐν ἡμῖν ; ἀπηλλοτρίωσάς με ἐκ τῆς δόξης τοῦ θεοῦ .
1:1 $.22   Καὶ αὐτῇ τῇ ὥρᾳ ἠκούσαμεν τοῦ ἀρχαγγέλου Μιχαὴλ σαλπίζοντος ἐν τῇ σάλπιγγι αὐτοῦ , καλῶν τοὺς ἀγγέλους λέγων · τάδε λέγει κύριος · ἔλθατε μετ’ ἐμοῦ εἰς τὸν παράδεισον καὶ ἀκούσατε τοῦ ῥήματος ἐν κρίνω τὸν Ἀδάμ . καὶ ὡς ἠκούσαμεν τοῦ ἀρχαγγέλου σαλπίζοντος , εἴπαμεν · ἰδοὺ θεὸς εἰς τὸν παράδεισον ἔρχεται κρῖναι ἡμᾶς . ἐφοβήθημεν δὲ καὶ ἐκρύβημεν . καὶ ἀνῆλθεν θεὸς εἰς τὸν παράδεισον ἐπιβεβηκὼς ἐπὶ ἅρματος Χερουβίμ , καὶ οἱ Ἄγγελοι ὑμνοῦντες αὐτόν . ἐν εἰσῆλθεν θεὸς εἰς τὸν παράδεισον , ἐξήνθησαν τὰ φυτὰ τά τε τοῦ κλήρου τοῦ Ἀδὰμ καὶ τοῦ κλήρου τοῦ ἐμοῦ πάντα καὶ ἐστηρίζοντο , καὶ θρόνος τοῦ θεοῦ ὅπου ἦν τὸ ξύλον τῆς ζωῆς εὐτρεπίζετο .
1:1 $.23   Καὶ ἐκάλεσεν θεὸς τὸν Ἀδὰμ λέγων · Ἀδάμ , ποῦ ἐκρύβης , νομίζων ὅτι οὐχ εὑρίσκω σὲ ; μὴ κρυβήσεται οἶκος τῷ οἰκοδομήσαντι αὐτόν ; τότε ἀποκριθεὶς πατὴρ ὑμῶν εἶπεν · οὐχί , κύριε , κρυβόμεθα ὡς νομίζοντες ὅτι οὐχ εὑρισκόμεθα παρὰ σοῦ , ἀλλὰ φοβοῦμαι , ὅτι γυμνός εἰμι , καὶ αἰδέσθην τὸ κράτος σου , δέσποτα . λέγει αὐτῷ θεός · τίς σοὶ ὑπέδειξεν ὅτι γυμνὸς εἶ , εἰ μὴ ὅτι ἐγκατέλειπας τὴν ἐντολήν μου ἣν παρέδωκά σοὶ τοῦ φυλάξαι αὐτήν ; τότε Ἀδὰμ ἐμνήσθη τοῦ λόγου ὃν ἐλάλησα αὐτῷ , ὅτε ἤθελον ἀπατῆσαι αὐτόν , ὅτι ἀκίνδυνόν σὲ ποιήσω παρὰ τοῦ θεοῦ · στραφεὶς δὲ πρός με εἶπέν μοι · τί τοῦτο ἐποίησας ; ἐμνήσθην δὲ κἀγὼ τοῦ ῥήματος τοῦ ὄφεως , καὶ εἶπον ὅτι ὄφις ἠπάτησέν με .
1:1 $.24   Λέγει θεὸς τῷ Ἀδάμ · ἐπειδὴ παρήκουσας τὴν ἐντολήν μου καὶ ἤκουσας τῆς γυναικός σου , ἐπικατάρατος γῆ ἐν τοῖς ἔργοις σου · ἡνίκα γὰρ ἐργάζῃ αὐτήν , καὶ οὐ δώσει τὴν ἰσχὺν αὐτῆς , ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοὶ , καὶ ἐν ὑδρότητι τοῦ προσώπου σου φάγει τὸν ἄρτον σου . ἔσῃ δὲ ἐν καμάτοις πολυτρόποις · καμῇ καὶ μὴ ἀναπαύου , θλιβεὶς ἀπὸ πικρίας , καὶ μὴ γεύσῃ γλυκύτητος , θλιβεὶς ἀπὸ καύματος καὶ στενωθεὶς ἀπὸ ψύξεως · καὶ κοπιάσεις πολλὰ καὶ μὴ πλουτήσεις , καὶ παχυνθήσει καὶ εἰς τέλος μὴ ὑπάρξεις , καὶ ὧν ἐκυρίευες θηρίων ἐπαναστήσονταί σοὶ ἐν ἀκαταστασίᾳ , ὅτι τὴν ἐντολήν μου οὐκ ἐφύλαξας .
1:1 $.25   Στραφεὶς δὲ πρός με κύριος λέγει μοι · ἐπειδὴ ἐπήκουσας σὺ τοῦ ὄφεως καὶ παρήκουσας τὴν ἐντολήν μου , ἔσῃ ἐν ματαίοις καὶ ἐν πόνοις ἀφορήτοις · τέξῃ τέκνα ἐν πολλοῖς τρόμοις , καὶ ἐν μιᾷ ὥρᾳ ἔλθῃς καὶ ἀπολέσεις τὴν ζωήν σου ἐκ τῆς ἀνάγκης σου τῆς μεγάλης καὶ τῶν ὀδυνῶν . ἐξομολογήσει δὲ καὶ εἴπῃς · κύριε κύριε , σῶσόν με , καὶ οὐ μὴ ἐπιστρέψω εἰς τὴν ἁμαρτίαν τῆς σαρκός . καὶ διὰ τοῦτο εἰς τὸν λόγον σου κρινῶ σὲ , διὰ τὴν ἔχθραν ἣν ἔθετο ἐχθρὸς ἐν σοί · στραφήσῃ δὲ πάλιν πρὸς τὸν ἄνδρα σου , καὶ αὐτός σου κυριεύσει .
1:1 $.26   Μετὰ δὲ τὸ εἰπεῖν μοι ταῦτα εἶπεν τῷ ὄφει ἐν ὀργῇ μεγάλῃ λέγων αὐτῷ · ἐπειδὴ ἐποίησας τοῦτο καὶ ἐγένου σκεῦος ἀχάριστον , ἕως ἂν πλανήσῃς τοὺς παρειμένους τῇ καρδίᾳ , ἐπικατάρατος σὺ ἐκ πάντων τῶν κτηνῶν · στερηθήσει τῆς τροφῆς σου ἧς ἤσθιες , καὶ χοῦν φάγει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου · ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσει καὶ ὑστερηθήσει καὶ χειρῶν καὶ ποδῶν σου · οὐκ ἀφεθήσεταί σοὶ ὠτίον οὔτε πτέρυξ οὔτε ἓν μέλος τῶν ἁπάντων ὧν σὺ ἐδελέασας ἐν τῇ κακίᾳ σου καὶ ἐποίησας αὐτοὺς ἐκβληθῆναι ἐκ τοῦ παραδείσου · καὶ θήσω ἔχθραν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτοῦ · αὐτός σου τηρήσει κεφαλὴν καὶ σὺ αὐτοῦ πτέρναν ἕως τῆς ἡμέρας τῆς κρίσεως .
1:1 $.27   Καὶ ταῦτα εἰπὼν κελεύει τοῖς ἀγγέλοις αὐτοῦ ἐκ τοῦ παραδείσου ἐκβληθῆναι ἡμᾶς . ἐλαυνομένων δὲ ἡμῶν καὶ ὀδυρομένων παρεκάλεσεν πατὴρ ὑμῶν Ἀδὰμ τοὺς ἀγγέλους λέγων · ἐάσατέ με μικρὸν ὅπως παρακαλέσω τὸν θεόν , καὶ σπλαγχνισθῇ καὶ ἐλεήσῃ με , ὅτι ἐγὼ μόνος ἥμαρτον . αὐτοὶ δὲ ἔπαυσαν τοῦ ἐλαύνειν αὐτόν · ἐβόησεν δὲ Ἀδὰμ μετὰ κλαυθμοῦ λέγων · συγχώρησόν μοι κύριε ἐποίησα . τότε λέγει κύριος τοῖς ἀγγέλοις αὐτοῦ · τί ἐπαύσατε ἐλαύνοντες τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ; μὴ ἐμόν ἐστιν τὸ ἁμάρτημα , κακῶς ἔκρινα ; τότε οἱ Ἄγγελοι πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ λέγοντες · δίκαιος εἶ , κύριε , καὶ εὐθύτητας κρίνεις .
1:1 $.28   Στραφεὶς δὲ κύριος πρὸς τὸν Ἀδὰμ εἶπεν · οὐκ ἀφήσω σὲ ἀπὸ τοῦ νῦν εἶναι ἐν τῷ παραδείσῳ . καὶ ἀποκριθεὶς Ἀδὰμ εἶπεν · κύριε , δός μοι ἐκ τοῦ φυτοῦ τῆς ζωῆς ἵνα φάγω πρὶν ἐκβληθῆναί με . τότε κύριος ἐλάλησεν πρὸς τὸν Ἀδάμ · οὐ λήψῃ νῦν ἀπ’ αὐτοῦ · ὡρίσθη γὰρ τοῖς Χερουβὶμ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τῇ στρεφομένῃ φυλάττειν αὐτὸ διὰ σέ , ὅπως μὴ γεύσῃ δι’ αὐτοῦ καὶ ἀθάνατος ἔσῃ εἰς τὸν αἰῶνα , ἔχῃς δὲ τὸν πόλεμον ὃν ἔθετο ἐχθρὸς ἐν σοί . ἀλλ’ ἐξερχομένου σου ἐκ τοῦ παραδείσου , ἐὰν φυλάξῃς ἑαυτὸν ἀπὸ παντὸς κακοῦ ὡς βουλόμενος ἀποθανεῖν , ἀναστάσεως πάλιν γενομένης ἀναστήσω σὲ , καὶ τότε δοθήσεταί σοὶ ἐκ τοῦ ξύλου τῆς ζωῆς , καὶ ἀθάνατος ἔσῃ εἰς τὸν αἰῶνα .
1:1 $.29   Ταῦτα δὲ εἰπὼν κύριος ἐκέλευσεν ἐκβληθῆναι ἡμᾶς ἐκ τοῦ παραδείσου , ἔκλαυσεν δὲ πατὴρ ὑμῶν ἔμπροσθεν τῶν ἀγγέλων ἀπέναντι τοῦ παραδείσου , καὶ λέγουσιν οἱ Ἄγγελοι αὐτῷ · τί θέλεις ποιήσωμέν σοὶ , Ἀδάμ ; ἀποκριθεὶς δὲ πατὴρ ὑμῶν εἶπεν τοῖς ἀγγέλοις · ἰδοὺ ἐκβάλλετέ με · δέομαι ὑμῶν , ἄφετέ με ἆραι εὐωδίας ἐκ τοῦ παραδείσου , ἵνα μετὰ τὸ ἐξελθεῖν με ἐνέγκω θυσίαν τῷ θεῷ , ὅπως εἰσακούσεταί μου θεός . καὶ προσελθόντες εἶπον οἱ Ἄγγελοι τῷ θεῷ · Ἰαὴλ αἰώνιε βασιλεῦ , κέλευσον δοθῆναι τῷ Ἀδὰμ θυμιάματα εὐωδίας ἐκ τοῦ παραδείσου . καὶ ἐκέλευσεν θεὸς ἐλθεῖν τὸν Ἀδὰμ ἵνα λάβῃ εὐωδίας ἀρώματα ἐκ τοῦ παραδείσου εἰς διατροφὴν αὐτοῦ . καὶ ἀφέντες αὐτὸν οἱ Ἄγγελοι , ἐπεσύναξεν ἀμφότερα γένη , κρόκον καὶ νάρδον καὶ κάλαμον καὶ κινάμωμον καὶ λοιπὰ σπέρματα εἰς διατροφὴν αὐτοῦ , καὶ λαβὼν ταῦτα ἐξῆλθεν ἐκ τοῦ παραδείσου . καὶ ἐγενόμεθα ἐπὶ τῆς γῆς .
1:1 $.30   Νῦν οὖν , τεκνία μου , ἐδήλωσα ὑμῖν τὸν τρόπον ἐν ἠπατήθημεν · ὑμεῖς δὲ φυλάξατε ἑαυτοὺς μὴ ἐγκαταλιπεῖν τὸ ἀγαθόν .
1:1 $.31   Ταῦτα δὲ εἰποῦσα ἐμμέσῳ τῶν υἱῶν αὐτῆς , κοιμωμένου τοῦ Ἀδὰμ ἐν τῇ νόσῳ αὐτοῦ , ἄλλην δὲ εἶχεν μίαν ἡμέραν τοῦ ἐξελθεῖν ἐκ τοῦ σώματος , λέγει τῷ Ἀδὰμ Εὔα · διὰ τί σὺ ἀποθνήσκεις κἀγὼ ζῶ ; πόσον χρόνον ἔχω ποιῆσαι μετὰ τὸ ἀποθανεῖν σὲ ; ἀνάγγειλόν μοι . τότε λέγει Ἀδὰμ τῇ Εὔα · μὴ θέλε φροντίσαι περὶ πραγμάτων · οὐ γὰρ βραδύνεις ἀπ’ ἐμοῦ , ἀλλ’ ἴσα ἀποθνήσκομεν ἀμφότεροι , καὶ αὐτὴ τεθήσει εἰς τὸν τόπον τὸν ἐμόν . ὅταν δὲ ἀποθάνω , καταλείψετέ με , καὶ μηδείς μου ἅψηται ἕως οὗ ἄγγελος κυρίου λαλήσει τι περὶ ἐμοῦ · οὐ γὰρ ἐπιλήσεταί μου θεός , ἀλλὰ ζητήσει τὸ ἴδιον σκεῦος ἔπλασεν . ἀνάστα μᾶλλον εὖξαι τῷ θεῷ ἕως οὗ ἀποδῶ τὸ πνεῦμά μου εἰς τὰς χεῖρας τοῦ δεδωκότος αὐτό · διότι οὐκ οἴδαμεν πῶς ἀπαντήσωμεν τοῦ ποιήσαντος ἡμᾶς , ὀργισθῇ ἡμῖν ἐπιστρέψῃ τοῦ ἐλεῆσαι ἡμᾶς .
1:1 32  Τότε ἀνέστη Εὔα καὶ ἐξῆλθεν ἔξω , καὶ πεσοῦσα ἐπὶ τὴν γῆν ἔλεγεν · ἥμαρτον , θεός , ἥμαρτον , πατὴρ τῶν πάντων , ἥμαρτον σοί , ἥμαρτον εἰς τοὺς ἐκλεκτούς σου ἀγγέλους , ἥμαρτον εἰς τὰ Χερουβίμ , ἥμαρτον εἰς τὸν ἀσάλευτόν σου θρόνον , ἥμαρτον κύριε , ἥμαρτον πολλά , ἥμαρτον ἐναντίον σοῦ , καὶ πᾶσα ἁμαρτία δι’ ἐμοῦ γέγονεν ἐν τῇ κτίσει . ἔτι δὲ εὐχομένης τῆς Εὔας ἐπὶ τὰ γόνατα αὐτῆς οὔσης , ἰδοὺ ἦλθεν πρὸς αὐτὴν ἄγγελος τῆς ἀνθρωπότητος καὶ ἀνέστησεν αὐτὴν λέγων · ἀνάστα Εὔα ἐκ τῆς μετανοίας σου · ἰδοὺ γὰρ Ἀδὰμ ἀνήρ σου ἐξῆλθεν ἐκ τοῦ σώματος αὐτοῦ , ἀνάστα καὶ ἴδε τὸ πνεῦμα αὐτοῦ ἀναφερόμενον εἰς τὸν πονήσαντα αὐτὸ τοῦ ἀπαντῆσαι αὐτῷ .
1:1 $.33   Ἀναστᾶσα δὲ Εὔα ἐπέβαλεν τὴν χεῖρα αὐτῆς ἐπὶ τὸ πρόσωπον αὐτῆς , καὶ λέγει αὐτῇ ἄγγελος · ἆρον σεαυτὴν ἀπὸ τῶν γηΐνων . Εὔα δὲ ἠτένισεν εἰς τὸν οὐρανόν , καὶ ἴδεν ἅρμα φωτὸς ἐρχόμενον ὑπὸ τεσσάρων ἀετῶν λαμπρῶν , οὐκ ἦν δυνατόν τινα γεννηθέντα ἀπὸ κοιλίας εἰπεῖν τὴν δόξαν αὐτῶν οὔτε ἰδεῖν τὸ πρόσωπον αὐτῶν , καὶ ἀγγέλους προάγοντας τὸ ἅρμα . ὅτε ἦλθον ἐπὶ τὸν τόπον ὅπου ἔκειτο πατὴρ ὑμῶν Ἀδάμ , ἔστη τὸ ἅρμα καὶ τὰ Σεραφὶμ ἀνὰ μέσον τοῦ πατρὸς καὶ τοῦ ἅρματος . ἴδον δὲ ἐγὼ θυμιατήρια χρυσᾶ καὶ τρεῖς φιάλας , καὶ ἰδοὺ πάντες οἱ Ἄγγελοι μετὰ λίβανον καὶ τὰ θυμιατήρια καὶ τὰς φιάλας ἦλθον ἐπὶ τὸ θυσιαστήριον καὶ ἐνεφύσουν αὐτά , καὶ ἀτμὶς τοῦ θυμιάματος ἐκάλυψεν τὰ στερεώματα . καὶ προσέπεσαν οἱ Ἄγγελοι καὶ προσεκύνησαν τῷ θεῷ , βοῶντες καὶ λέγοντες · Ἰαὴλ ἅγιε , συγχώρησον , ὅτι εἰκών σου ἐστὶν καὶ ποίημα τῶν χειρῶν σου τῶν ἁγίων .
1:1 $.34   Καὶ αὖθις ἴδον ἐγὼ Εὔα δύο μεγάλα καὶ φοβερὰ μυστήρια ἑστῶτα ἐνώπιον τοῦ θεοῦ . καὶ ἔκλαυσα ἐκ τοῦ φόβου , καὶ ἐβόησα πρὸς τὸν υἱόν μου Σὴθ λέγουσα · ἀνάστα Σὴθ ἐκ τοῦ σώματος τοῦ πατρός σου Ἀδὰμ καὶ ἐλθὲ ἕως ἐμοῦ , ὅπως ἴδῃς οὐκ εἶδεν ὀφθαλμός ποτε τινός , καὶ δέονται ὑπὲρ τοῦ πατρός σου Ἀδάμ .
1:1 $.35   Τότε ἀνέστη Σὴθ καὶ ἦλθεν πρὸς τὴν μητέρα αὐτοῦ , καὶ λέγει αὐτῇ · τί σοί ἐστιν ; καὶ διὰ τί κλαίεις ; λέγει αὐτῷ · ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὰ ἑπτὰ στερεώματα ἀνεῳγμένα , καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου πῶς κεῖται τὸ σῶμα τοῦ πατρός σου ἐπὶ πρόσωπον , καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ’ αὐτοῦ εὐχόμενοι ὑπὲρ αὐτοῦ καὶ λέγοντες · συγχώρησον αὐτῷ , πατὴρ τῶν ὅλων , ὅτι εἰκών σου ἐστίν . ἄραγε , τέκνον μου Σήθ , τί ἔσται τοῦτο ; πότε δὲ παραδοθήσεται εἰς τὰς χεῖρας τοῦ ἀοράτου πατρὸς καὶ θεοῦ ἡμῶν ; τίνες δέ εἰσιν οἱ δύο αἰθίοπες οἱ παριστάμενοι ἐπὶ τὴν προσευχὴν τοῦ πατρός σου ;
1:1 $.36   Λέγει δὲ Σὴθ τῇ μητρὶ αὐτοῦ · οὗτοί εἰσιν ἥλιος καὶ σελήνη , καὶ αὐτοὶ προσπίπτοντες καὶ προσευχόμενοι ὑπὲρ τοῦ πατρός μου Ἀδάμ . λέγει αὐτῷ Εὔα · καὶ ποῦ ἐστὶν τὸ φῶς αὐτῶν , καὶ διὰ τί γεγόνασιν μελανοειδεῖς ; καὶ λέγει αὐτῇ Σήθ · οὐ δύνανται φαίνειν ἐνώπιον τοῦ φωτὸς τῶν ὅλων , καὶ τούτου χάριν ἐκρύβη τὸ φῶς ἀπ’ αὐτῶν .
1:1 $.37   Λέγοντος δὲ τοῦ Σὴθ πρὸς τὴν μητέρα αὐτοῦ ἐσάλπισαν οἱ Ἄγγελοι ἐπ’ ὄψεσι κείμενοι , καὶ ἐβόησαν φωνὴν φοβερὰν λέγοντες · εὐλογημένη δόξα κυρίου ἐπὶ τῶν ποιημάτων αὐτοῦ · ἠλέησεν τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ Ἀδάμ . ὅταν διεφώνησαν ταῦτα οἱ Ἄγγελοι , ἦλθεν εἷς ἐκ τῶν Σεραφὶμ ἑξαπτερύγων καὶ ἥρπασεν τὸν Ἀδὰμ εἰς τὴν Ἀχέρουσαν λίμνην καὶ ἀπέπλυνεν αὐτὸν ἐνώπιον τοῦ θεοῦ . ἐποίησεν δὲ ὥρας τρεῖς κείμενος , καὶ οὕτως ἁπλώσας τὰς χεῖρας αὐτοῦ τῶν ὅλων δεσπότης καθήμενος ἐπὶ τοῦ ἁγίου θρόνου αὐτοῦ ἦρεν τὸν Ἀδὰμ καὶ παρέδωκεν αὐτὸν τῷ ἀρχαγγέλῳ Μιχαήλ , λέγων αὐτῷ · ἆρον αὐτὸν εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ , καὶ ἄφες κἀκεῖσε ἕως τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης καὶ φοβερᾶς , ἣν μέλλω οἰκονομῆσαι εἰς τὸν κόσμον . καὶ λαβὼν αὐτὸν Μιχαὴλ ἀρχάγγελος τὸν Ἀδὰμ ἀπῆγεν καὶ κατήλειψεν αὐτόν , καθὼς εἶπεν αὐτῷ θεὸς ἐπὶ τῇ συγχωρήσει τοῦ Ἀδάμ .
1:1 $.38   Μετὰ οὖν ταῦτα πάντα ἐδεήθη ἀρχάγγελος περὶ τῆς κηδείας τοῦ λειψάνου · καὶ προσέταξεν θεὸς ἵνα συνέλθωσιν πάντες οἱ Ἄγγελοι ἐνώπιον αὐτοῦ , ἕκαστος κατὰ τάξιν αὐτοῦ . καὶ συνήχθησαν ἅπαντες οἱ Ἄγγελοι , οἱ μὲν ἔχοντες θυμιατήρια , οἱ δὲ σάλπιγγας · καὶ κύριος στρατιῶν ἐπέβη , οἱ δὲ ἄνεμοι ἧλκον αὐτόν , καὶ Χερουβὶμ ὑπερέχοντα τοῖς ἀνέμοις καὶ Ἄγγελοι οἱ τοῦ οὐρανοῦ προηγοῦντο αὐτῷ · καὶ ἐλθόντες ὅπου ἦν τὸ σῶμα τοῦ Ἀδάμ , ἔλαβον αὐτό . καὶ ἦλθον εἰς τὸν παράδεισον , καὶ ἐκινήθησαν πάντα τὰ φυτὰ τοῦ παραδείσου , ὡς πάντας ἀπὸ τοῦ Ἀδὰμ γεγεννημένους ἀπὸ τῆς εὐωδίας νυστάξαι , χωρὶς τοῦ Σήθ , διὰ τὸ γεννηθῆναι αὐτὸν καθ’ ὅρον τοῦ θεοῦ .
1:1 $.39   Ἔκειτο οὖν τὸ σῶμα τοῦ Ἀδὰμ ἐπὶ τὴν γῆν ἐν τῷ παραδείσῳ , καὶ ἐλυπεῖτο Σὴθ σφόδρα ἐπ’ αὐτῷ . καὶ λέγει κύριος θεός · Ἀδάμ , τί τοῦτο ἐποίησας ; εἰ ἐφύλαξας τὴν ἐντολήν μου , οὐκ ἂν ἔχαιρον οἱ κατάγοντές σὲ εἰς τὸν τόπον τοῦτον . πλὴν οὖν λέγω σοὶ ὅτι τὴν χαρὰν αὐτῶν ἐπιστρέψω εἰς λύπην , τὴν δὲ σοῦ λύπην ἐπιστρέψω εἰς χαράν , καὶ ἐπιστρέψας καθίσω σὲ εἰς τὴν ἀρχήν σου ἐπὶ τὸν θρόνον τοῦ ἀπατήσαντός σὲ · ἐκεῖνος δὲ βληθήσεται εἰς τὸν τόπον τοῦτον , ὅπως καθήμενος ἐπάνω αὐτοῦ . τότε κατακριθήσεται αὐτὸς καὶ οἱ ἀκούσαντες αὐτοῦ , καὶ πολλὰ λυπηθήσονται καὶ κλαύσουσιν ὁρῶντές σὲ καθήμενον ἐπὶ τοῦ τιμίου αὐτοῦ θρόνου .
1:1 $.40   Καὶ τότε ἐλάλησεν τῷ ἀρχαγγέλῳ Μιχαήλ · ἄπελθε εἰς τὸν παράδεισον ἐν τῷ τρίτῳ οὐρανῷ καὶ ἔνεγκέ μοι σινδόνας τρεῖς βυσσίνας καὶ συρικάς . καὶ εἶπεν θεὸς τῷ Μιχαήλ , τῷ Γαβριήλ , τῷ Οὐριὴλ καὶ Ῥαφαήλ · σκεπάσατε μετὰ τῶν σινδόνων τὸ σῶμα τοῦ Ἀδάμ , καὶ ἐνεγκόντες ἔλαιον τοῦ ἐλαίου τῆς εὐωδίας ἐκχέατε ἐπ’ αὐτόν . καὶ οὕτως ποιήσαντες ἐκήδευσαν τὸ σῶμα αὐτοῦ . ἐλάλησεν δὲ κύριος · ἐνεχθήτω καὶ τὸ σῶμα τοῦ Ἄβελ . καὶ ἐνέγκαντες σινδόνας ἑτέρας ἐκήδευσαν καὶ αὐτόν , ἐπειδὴ ἀκήδευτον ἦν ἀφ’ ἧς ἡμέρας ἐφόνευσεν Κάϊν ἀδελφὸς αὐτοῦ . πολλὰ γὰρ φροντίσας πονηρὸς Κάϊν κρύψαι , οὐκ ἠδυνήθη · οὐκ ἐδέχετο γὰρ τοῦτο γῆ λέγουσα · οὐ δέξομαι ἑταῖρον σῶμα , ἕως οὗ τὸ ἐπ’ ἐμὲ χῶμα ἀρθὲν καὶ πλασθὲν ἔλθῃ πρὸς ἐμέ . Ἄγγελοι δὲ τότε ἀναλαβόμενοι αὐτὸ ἔθεντο ἐπὶ τῇ πέτρᾳ , ἕως οὗ ἀπέθανεν πατὴρ αὐτοῦ , καὶ ἀμφότεροι ἐτάφησαν κατὰ πρόσταξιν θεοῦ εἰς τὰ μέρη τοῦ παραδείσου , εἰς τὸν τόπον ἐν εὗρεν τὸν χοῦν θεός . καὶ ἀπέστειλεν θεὸς ἑπτὰ ἀγγέλους εἰς παράδεισον , καὶ ἤγαγον εὐωδίας πολλὰς καὶ ἐτίθουν αὐτὰς ἐν τῇ γῇ · καὶ οὕτως ἔλαβον τὰ δύο σώματα καὶ ἔθαψαν αὐτὰ εἰς τὸν τόπον ὃν ὤρυξαν καὶ οἰκοδόμησαν .
1:1 $.41   Ἐκάλεσεν δὲ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν · Ἀδὰμ Ἀδάμ ; καὶ ἀποκριθὲν τὸ σῶμα ἐκ τῆς γῆς εἶπεν · ἰδοὺ ἐγώ , κύριε . καὶ λέγει αὐτῷ κύριος · εἶπόν σοὶ ὅτι γῆ , καὶ εἰς γῆν ἀπελεύσει . πάλιν τὴν ἀνάστασιν ἐπαγγέλλομαί σοὶ · ἀναστήσω σὲ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν τῇ ἀναστάσει μετὰ παντὸς ἀνθρώπου τοῦ ἐκ τοῦ σπέρματός σου .
1:1 $.42   Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐποίησεν θεὸς σφραγῖδα τρίγωνον καὶ ἐσφράγισε τὸ μνημεῖον , ἵνα μηδείς τι ποιήσῃ αὐτῷ ἐν ταῖς ἓξ ἡμέραις , ἕως οὗ ἀποστράφῃ πλευρὰ αὐτοῦ πρὸς αὐτόν . παραθέντος δὲ τοῦ φιλανθρώπου θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων εἰς τὸν τόπον αὐτοῦ μετὰ τὰς ἓξ ἡμέρας ἐτελεύτησεν καὶ Εὔα . ζώσης δὲ αὐτῆς ἔκλαυσε περὶ τῆς κοιμήσεως αὐτῆς διὰ τὸ μὴ γινώσκειν ποῦ μέλλοι τεθῆναι τὸ σῶμα αὐτῆς . παρόντος γὰρ τοῦ κυρίου ἐν τῷ παραδείσῳ ὅτε ἐκήδευσαν τὸν Ἀδάμ , ἐκοιμᾶτο καὶ αὐτὴ καὶ οἱ παῖδες αὐτῆς πλὴν τοῦ Σήθ , ὡς ἔφην . παρεκάλεσεν δὲ Εὔα ἐν τῇ ὥρᾳ τῆς τελευτῆς αὐτῆς ὡς ἵνα ταφῇ ὅπου ἦν Ἀδὰμ ἀνὴρ αὐτῆς , λέγουσα οὕτως · δέσποτά μου , κύριε καὶ θεὲ πάσης ἀρετῆς , μὴ ἀπαλλοτριώσῃς με τὴν δούλην σου ἀπὸ τοῦ σώματος Ἀδάμ · ἀπὸ γὰρ τῶν μελῶν αὐτοῦ ἐποίησάς με · ἀλλὰ ἀξίωσόν με , κἀμὲ τὴν ἀναξίαν καὶ ἁμαρτωλόν , ἐπὶ τὸ σῶμα αὐτοῦ συνταφῆναι . καθὼς καὶ μετ’ αὐτοῦ συνήμην ἐν τῷ παραδείσῳ καὶ μετὰ τὴν παράβασιν ἀχώριστος , οὕτως καὶ οὐδεὶς μὴ χωρίσῃ ἡμᾶς . μετὰ οὖν τὸ εὔξασθαι ἀναβλέψασα εἰς τὸν οὐρανὸν ἀνέστη , τὸ στῆθος αὐτῆς τύπτουσα καὶ λέγουσα · θεὲ τῶν ἁπάντων , δέξαι τὸ πνεῦμά μου . καὶ εὐθέως παρέδωκε τῷ θεῷ τὸ πνεῦμα αὐτῆς .
1:1 $.43   Τελευτησάσῃ δὲ παρεγένετο ἀρχάγγελος Μιχαήλ , καὶ ἐλθόντων τριῶν ἀγγέλων ἔλαβον τὸ σῶμα αὐτῆς καὶ ἔθαψαν αὐτὸ ὅπου ἦν τὸ σῶμα τοῦ Ἄβελ . καὶ εἶπεν ἀρχάγγελος Μιχαὴλ πρὸς τὸν Σήθ · οὕτως κήδευσον πάντα ἄνθρωπον ἀποθνήσκοντα ἕως ἡμέραν τῆς ἀναστάσεως . μετὰ δὲ τὸ δοῦναι τοῦτον τὸν νόμον εἶπεν πρὸς αὐτόν · παρ’ ἓξ ἡμέρας μὴ πενθήσητε . τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ κατάπαυσον καὶ εὐφράνθητι ἐπ’ αὐτῇ , ὅτι ἐν αὐτῇ θεὸς καὶ ἡμεῖς οἱ Ἄγγελοι εὐφραινόμεθα ἐν τῇ μεταστάσῃ ἀπὸ γῆς δικαίᾳ ψυχῇ . ταῦτα εἰπὼν ἀρχάγγελος Μιχαὴλ ἀνῆλθεν εἰς τὸν οὐρανόν , δοξάζων καὶ λέγων τὸ ἀλληλούϊα , ἅγιος ἅγιος ἅγιος κύριος , εἰς δόξαν θεοῦ πατρός , ὅτι αὐτῷ πρέπει δόξα τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν .