top 2 Maccabees ch 15
Chapter 15

Nicanor’s Blasphemy on the Sabbath
1 Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν. 2 τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ἰουδαίων λεγόντων μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ' ἁγιότητος ἡμέρᾳ· 1 When Nicanor learned that Judas and his men were in the region of Samaria, he resolved to attack them with complete safety on the day of rest. 2 But the Jews who were forced to follow him said, "Do not destroy them so savagely and barbarously, but show honor to the day that has been preeminently distinguished with holiness by the All-Seeing One."
3 ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν· 4 τῶν δ' ἀποφηναμένων ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα· 5 ὁ δὲ ἕτερος κἀγώ φησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα. 3 Then the thrice-accursed villain asked, "Is there a Sovereign in heaven who commanded the keeping of the Sabbath day?" 4 And when they declared, "It is the living Lord Himself, the Sovereign in heaven, who ordered us to observe the seventh day," 5 the other replied, "And I am a sovereign on earth, commanding you to take up arms and execute the king’s business." Nevertheless, he did not manage to carry out his cruel plan.
The Vision of Onias and Jeremiah
6 καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ἰούδαν συστήσασθαι τρόπαιον. 7 ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου 8 καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ' οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην. 9 καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησεν. 10 καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν. 6 While Nicanor, in his utter arrogance, held his head high and intended to erect a public monument of victory over Judas and his men, 7 Maccabeus remained constantly trusting, with absolute hope of obtaining help from the Lord. 8 He exhorted his men not to fear the advance of the Gentiles, but to keep in mind the help that had come to them from heaven in the past, and to expect now the victory and aid that would come to them from the Almighty. 9 Comforting them from the Law and the Prophets, and reminding them of the struggles they had already won, he made them more eager. 10 Having stirred their spirits, he gave them their orders, exposing at the same time the treachery of the Gentiles and their violation of oaths.
11 ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν. 12 ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ὀνίαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ἰουδαίων συστήματι. 13 εἶθ' οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν. 14 ἀποκριθέντα δὲ τὸν Ὀνίαν εἰπεῖν ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ἱερεμίας ὁ τοῦ θεοῦ προφήτης. 15 προτείναντα δὲ Ἱερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ Ἰούδα ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε 16 λαβὲ τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ, δι' ἧς θραύσεις τοὺς ὑπεναντίους. 11 He armed each of them, not so much with the safety of shields and spears as with the encouragement of noble words; and he cheered them all by describing a thoroughly trustworthy dream—a true vision. 12 The vision was this: Onias, the former high priest—a good and noble man, modest in bearing, gentle in manner, distinguished in speech, and trained from childhood in all that belongs to virtue—was stretching out his hands and praying for the whole community of the Jews. 13 Next, there appeared in the same way a man distinguished by his grey hair and dignity, wrapped in a wondrous and magnificent majesty. 14 Onias spoke up and said, "This is the lover of the brethren, who prays fervently for the people and the holy city—Jeremiah, the prophet of God." 15 Jeremiah stretched out his right hand and delivered a golden sword to Judas, and giving it to him, he addressed him thus: 16 "Take this holy sword as a gift from God, with which you will shatter the adversaries."
The Battle of Adasa
17 παρακληθέντες δὲ τοῖς Ἰούδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ' ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν· 18 ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος. 19 ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς. 17 Encouraged by the exceedingly noble words of Judas, which had the power to spur them to valor and instill courage in the souls of the young, they resolved not to pitch camp, but to charge bravely and engage with total manhood, settling the matter hand-to-hand, because the city, the sanctuary, and the temple were in jeopardy. 18 For their anxiety concerning wives and children, brothers and relatives, was of less account to them; their greatest and first fear was for the consecrated sanctuary. 19 Those trapped in the city were also in no small agony, anxious over the battle in the open country.
20 καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης 21 συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι' ὅπλων, καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην. 22 ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Ἐζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρὶμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· 23 καὶ νῦν δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον· 24 μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν. 20 While everyone was waiting for the impending crisis, and the enemy had already closed in with their army drawn up in battle array, the war-elephants stationed in a strategic position, and the cavalry deployed on the flanks, 21 Maccabeus took in the sight of the immense multitudes, the varied preparation of weapons, and the ferocity of the beasts. Stretching out his hands toward heaven, he called upon the wonder-working Lord who watches over all, knowing that victory is not achieved by arms, but that He awards victory to those who are worthy, just as He decides. 22 In his invocation, he spoke thus: "You, O Sovereign, sent your angel in the time of Hezekiah, king of Judea, and he slew one hundred and eighty-five thousand men in the camp of Sennacherib. 23 So now, Sovereign of the heavens, send a good angel before us to spread dread and terror. 24 By the might of your arm, let those who have come with blasphemy against your holy people be struck with dismay." And with these words he ended.
The Defeat and Dismemberment of Nicanor
25 οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον. 26 οἱ δὲ περὶ τὸν Ἰούδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις. 27 καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ. 25 Then Nicanor and his men advanced with trumpets and battle songs. 26 But Judas and his men engaged the enemy with invocations and prayers. 27 Fighting with their hands but praying to God with their hearts, they laid low no fewer than thirty-five thousand men, rejoicing greatly in the manifest intervention (epiphaneia) of God.
28 γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ. 29 γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ. 30 καὶ προσέταξεν ὁ καθ' ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ἰεροσόλυμα. 28 When the battle was over and they were returning with joy, they discovered Nicanor fallen clad in his full armor. 29 Then, amidst shouting and confusion, they blessed the Sovereign in their ancestral language. 30 Judas, who was ever the prime champion of his fellow citizens in body and soul, and who maintained the affection of his youth toward his compatriots, ordered them to cut off Nicanor’s head and his arm up to the shoulder and bring them to Jerusalem.
31 παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας. 32 καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν, 33 καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δ' ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι. 34 οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον λέγοντες εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον. 35 ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον. 31 When he arrived there, he called together his compatriots, stationed the priests before the altar, and sent for the garrison in the citadel (the Akra). 32 He showed them the head of the vile Nicanor and the hand of that blasphemer, which he had boastfully stretched out against the holy house of the Almighty. 33 He also cut out the tongue of the ungodly Nicanor, declaring that he would feed it piece by piece to the birds, and hang the rewards of his folly directly opposite the sanctuary. 34 And everyone looked up to heaven and blessed the Lord who manifests Himself, saying, "Blessed be He who has kept His own place undefiled!" 35 He hung Nicanor’s head from the citadel, a clear and visible sign to all of the Lord's help.
36 ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς — Ἀδὰρ λέγεται τῇ Συριακῇ φωνῇ — πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας. 36 They all decreed by public vote never to let this day pass uncommemorated, but to celebrate the thirteenth day of the twelfth month—called Adar in the Syrian language—the day before Mordecai's Day.
Epilogue of the Author
37 τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ' ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Ἑβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω. 38 καὶ εἰ μὲν καλῶς εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι. 39 καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή. 37 This, then, is how matters went regarding Nicanor; and since from those times the city has been held by the Hebrews, I will bring my work to an end here. 38 If it is well-written and skillfully composed, that is what I myself desired; if it is poorly written and mediocre, that was the best I could manage. 39 For just as it is harmful to drink wine alone, or again to drink water alone, whereas wine mixed with water is sweet and produces a delightful pleasure, so also the artistic arrangement of the narrative delights the ears of those who read the work. And here shall be the end.

Insights & Observations

1. Cosmic Dualism: The Clash of Sovereignties (v. 1–5)

The dialogue between Nicanor and the forced Jewish soldiers frames the entire battle not merely as a regional insurrection, but as a direct cosmic conflict between two absolute claims of authority:

The Sovereign of Heaven (Dynastes en ourano) versus The Sovereign of Earth (Dynastes epi tes ges).

Nicanor's hubristic declaration (v. 5) mocks the divine law by asserting that imperial military mandates supersede the metaphysical reality of the Sabbath. This extreme hubris marks him out for immediate Deuteronomic judgment.


2. The Intercession of the Dead: Onias and Jeremiah (v. 11–16)

This passage provides one of the earliest and most explicit scriptural developments of the intercession of departed saints in late Second Temple Judaism.

The High Priest and the Prophet: The dream vision features the murdered righteous high priest Onias III alongside the prophet Jeremiah, who had died centuries prior. Jeremiah is described as "the lover of the brethren, who prays fervently for the people" (v. 14).

The Sacred Weapon: Jeremiah presenting Judas with a golden sword (v. 15) legitimizes the Maccabean military campaign. It bridges classical prophetic literature with the realities of apocalyptic resistance, telling the fighters that their earthly steel is backed by divine commission.


3. Psychological and Structural Warfare (v. 17–27)

The text contrasts two styles of warfare. Nicanor relies on classic Seleucid intimidation tactics: organized columns, cavalry wings, and war elephants (v. 20). Judas coordinates a spiritually charged shock force.

The Priority of the Holy: Verse 18 presents a fascinating hierarchy of values: the defense of families is subordinated to the survival of the Temple.

Simultaneous Action: The author captures the essence of the Hasidean warrior ethos in verse 27: "Fighting with their hands but praying to God with their hearts." This holistic integration of military grit and religious devotion explains the high martial performance of the vastly outnumbered Jewish infantry.


4. Liturgical Dismemberment and "Nicanor's Day" (v. 30–36)

The gruesome public display of Nicanor’s head, hand, and tongue serves an exact symbolic purpose.

Because Nicanor used his hand to threaten the temple (14:33) and his tongue to blaspheme God (15:3–5), those specific anatomy parts are severed and put on public display opposite the sanctuary.

The Calendar of Victory: The establishment of "Nicanor's Day" on the 13th of Adar (v. 36) explicitly ties this victory to the broader tapestry of Jewish deliverance, noting it falls right before Purim ("Mordecai’s Day").


5. Hellenistic Historiography and the Author's Self-Awareness (v. 37–39)

The book concludes with a classic Hellenistic literary flourish.

Unlike the inspired biblical prophets who spoke with absolute divine dictates ("Thus says the Lord"), this text's editor (the epitomist of Jason of Cyrene) speaks with striking, modest self-awareness regarding his literary skills (v. 38).

The Metaphor of Mixed Wine: The author compares his historical writing to mixing wine and water (v. 39). In Greek banqueting culture (symposia), drinking unmixed wine was viewed as boorish and dangerous, while drinking plain water was uninspiring. The ideal experience required a balanced blend. For the author, raw historical facts are the water, and literary artifice/rhetoric is the wine; blended together, they create an educational and spiritually engaging narrative.