topLuke 7 prev next
Greek: New Testament (NAS)
English: John Barach
Chapter 7
The Faith of the Centurion
1  Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. 2  Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. 3  ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4  οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο· 5  ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
1 When He had finished all His words in the hearing of the people, He entered Capernaum. 2 Now a certain centurion’s slave, who was highly regarded by him, was sick and at the point of death. 3 Having heard about Jesus, the centurion sent elders of the Jews to Him, asking Him to come and save the life of his slave. 4 When they came to Jesus, they pleaded with Him earnestly, saying, “He is worthy for You to grant this for him, 5 for he loves our nation and he himself built the synagogue for us.”
6  ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ, κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· 7  διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου. 8  καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
6 So Jesus went with them. But when He was now not far from the house, the centurion sent friends, saying to Him, “Lord, do not trouble yourself, for I am not worthy for You to come under my roof. 7 For this reason I did not even consider myself worthy to come to You; instead, speak with a word, and let my servant be healed. 8 For I also am a man placed under authority, having soldiers under me; and I say to this one, ‘Go,’ and he goes, and to another, ‘Come,’ and he comes, and to my slave, ‘Do this,’ and he does it.”
9  ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτὸν καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10  καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
9 When Jesus heard these things, He marveled at him, and turning to the crowd following Him, He said, “I tell you, not even in Israel have I found such great faith.” 10 And when those who had been sent returned to the house, they found the slave in good health.
The Raising of the Widow’s Son at Nain
11  Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναῒν καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς. 12  ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ καὶ αὐτῇ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13  καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτῇ καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε.
11 And it happened soon afterward that He went to a city called Nain, and His disciples and a large crowd were traveling with Him. 12 As He drew near to the gate of the city, behold, a man who had died was being carried out—the only son of his mother, and she was a widow. And a substantial crowd from the city was with her. 13 When the Lord saw her, He was moved with deep compassion for her and said to her, “Do not weep.”
14  καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν, Νεανίσκε, σοί λέγω, ἐγέρθητι. 15  καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
14 Then He stepped forward and touched the open coffin, and the bearers stood still. And He said, “Young man, I say to you, arise!” 15 And the dead man sat up and began to speak, and Jesus gave him back to his mother.
16  ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17  καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.
16 Fear seized everyone and they began glorifying God, saying, “A great prophet has been raised up among us!” and, “God has visited His people!” 17 and this report concerning Him went out into the whole of Judea and all the surrounding region.
The Inquiry from John the Baptist
18  Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19  ἔπεμψεν πρὸς τὸν κύριον λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 20  παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν, Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21  ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.
18 And the disciples of John reported to him concerning all these things. 19 And calling two of his disciples to him, John sent them to the Lord, saying, “Are You the One who is coming, or should we look for another?” 20 When the men came to Him, they said, “John the Baptist sent us to You, saying, ‘Are You the One who is coming, or should we look for another?’” 21 In that very hour, He healed many of diseases and afflictions and evil spirits, and to many who were blind He granted the gift of sight.
22  καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23  καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
22 And answering, He said to them, “Go and report to John the things you have seen and heard: the blind receive sight, the lame walk, lepers are cleansed and the deaf hear, the dead are raised, and the poor have the good news preached to them. 23 And blessed is anyone who does not take offense at Me.”
Jesus’ Tribute to John
24  ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου, Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25  ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26  ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27  οὗτός ἐστιν περὶ οὗ γέγραπται,
24 When John’s messengers had departed, He began to speak to the crowds concerning John: “What did you go out into the wilderness to look at? A reed shaken by the wind? 25 But what did you go out to see? A man dressed in soft clothing? Behold, those who are in glorious clothing and luxury are in royal palaces. 26 But what did you go out to see? A prophet? Yes, I tell you, and far more than a prophet. 27 This is the one about whom it is written:
  ‘Behold, I send my messenger ahead of You,
who will prepare Your way before You.’
{Mal 3:1}
28  λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29  Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεὸν βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30  οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς μὴ βαπτισθέντες ὑπ' αὐτοῦ.
28 I tell you, among those born of women, no one is greater than John; yet the one who is least in the kingdom of God is greater than he.” 29 And when all the people and the tax collectors heard this, they acknowledged God’s justice, having been baptized with John’s baptism. 30 But the Pharisees and the lawyers rejected God’s purpose for themselves, because they had not been baptized by him.
The Children in the Marketplace
31  Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι; 32  ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις ἃ λέγει,
31 “To what then shall I compare the people of this generation, and what are they like? 32 They are like children sitting in the marketplace and calling out to one another, saying:
 ‘We played the flute for you, and you did not dance;
we sang a dirge, and you did not weep.’
33  ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, Δαιμόνιον ἔχει. 34  ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35  καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.
33 For John the Baptist has come neither eating bread nor drinking wine, and you say, ‘He has a demon.’ 34 The Son of Man has come eating and drinking, and you say, ‘Behold, a glutton and a drunkard, a friend of tax collectors and sinners!’ 35 Yet wisdom is vindicated by all her children.”
Anointing by a Sinful Woman
36  Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ' αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. 37  καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38  καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
36 Now one of the Pharisees kept asking Him to eat with him, and having entered the house of the Pharisee, He reclined at the table. 37 And behold, a woman in that city who was a “sinner,” when she learned that He was reclining in the Pharisee’s house, brought an alabaster jar of perfume. 38 Standing behind Him at His feet and weeping, she began to wet His feet with her tears and was wiping them with the hair of her head; and she was kissing His feet fervently and anointing them with the perfume.
39  ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος εἰ ἦν ὁ προφήτης, ἐγίνωσκεν ἄν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
39 When the Pharisee who had invited Him saw this, he spoke within himself, saying, “If this man were truly ‘the prophet,’ he would know who and what sort of woman this is who is touching him—that she is a sinner.”
Parable of Two Debtors
40  καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω Σοὶ τι εἰπεῖν. ὁ δέ, Διδάσκαλε, εἰπέ, φησίν. 41  δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42  μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν; 43  ἀποκριθεὶς Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας.
40 And in response Jesus said to him, “Simon, I have something to say to you.” And he said, “Teacher, speak.” 41 “A certain moneylender had two debtors; one owed five hundred denarii, and the other fifty. 42 Since they did not have the means to pay him back, he freely forgave them both. Therefore, which of them will love him more?” 43 Simon answered and said, “I suppose the one for whom he forgave more.” And He said to him, “You have judged correctly.”
44  καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. 45  φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ' ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46  ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. 47  οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48  εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
44 Then turning toward the woman, He said to Simon, “Do you see this woman? I entered your house; you gave me no water for my feet, but she has wet my feet with her tears and wiped them with her hair. 45 You gave me no kiss, but she, from the moment I came in, has not ceased fervently kissing my feet. 46 You did not anoint my head with olive oil, but she has anointed my feet with perfume. 47 For this reason I tell you, her many sins are forgiven—for she loved much. But the one who is forgiven little, loves little.” 48 Then He said to her, “Your sins are forgiven.”
49  καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50  εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49 And those reclining at the table with Him began to say among themselves, “Who is this who even forgives sins?” 50 But He said to the woman, “Your faith has saved you; go in peace.”

Chapter Summary: In this chapter, Luke moves from the theoretical sermon on the plain to a practical demonstration of authority, Luke records a remarkable encounter. Here, Jesus’ power over physical illness is recognized not by a scholar of the law, but by a Roman military officer who understands the mechanics of command. Luke records the first of three instances in the Gospels where Jesus raises the dead. This miracle takes place at the gates of a small village, where two “processions” collide: one following the Source of Life, and the other following a path of grief and death. Then the narrative tension shifts toward the identity of Jesus and his relationship to John the Baptist. While John sits in prison, he grapples with whether Jesus’ ministry matches his messianic expectations. Jesus responds not with a simple “yes,” but with a living demonstration of the Isaianic signs of the Kingdom. In the climactic conclusion to the chapter, the themes of hospitality, debt, and divine authority converge. The scene contrasts the cold, formal curiosity of a religious leader with the desperate, lavish gratitude of a social outcast, leading Jesus to declare a controversial pardon.

“In the hearing of the people” (eis tas akoas): Literally “into the ears.” This is a more intimate and physical way of describing the act of listening, emphasizing that Jesus’ words had been physically deposited into the people.

“Highly regarded” (entimos): This is a key detail. Slavery in the Roman world was often brutal, but this slave was entimos—precious, honored, or highly valued—to the centurion. It explains the officer’s unusual level of concern.

“Save the life” (diasōsē): The prefix dia- makes the verb “save” more intensive. It means to bring someone safely through a danger or to rescue them completely from the brink.

“Do not trouble yourself” (mē skyllou): A very colorful verb. In its middle voice here, it literally means “do not flay yourself” or “do not distress/fatigue yourself.” It suggests the centurion’s deep respect for Jesus’ time and status.

“I am not worthy” (ou hikanos eimi): The centurion uses the word hikanos (sufficient/fit). While the Jewish elders argued he was “worthy” (axios) because of his good deeds (v. 4), the centurion himself claims he is “not sufficient” for a visit from Jesus.

“Speak with a word” (eipe logō): The centurion recognizes that Jesus doesn’t need physical contact or proximity to work. He treats Jesus’ “word” as a military command that travels through the “chain of command” of the spiritual realm.

“Placed under authority” (hypo exousian tassomenos): This is brilliant military logic. The centurion doesn’t say “I have authority,” but “I am under authority.” Because he submits to the Emperor, he carries the Emperor’s power. He perceives that Jesus, likewise, carries the power of the One He is submitted to.

“Marveled” (ethaumasen): This is one of the very few times in the Gospels where Jesus is said to be amazed. Usually, it is the crowds who marvel at Jesus. Here, the “upside-down” nature of the Kingdom is highlighted: a Gentile’s understanding of authority outshines all of Israel’s.

“Moved with deep compassion” (esplanchnisthē): This is one of the strongest words for emotion in the Greek language, literally referring to a yearning in one’s bowels or inner organs. Luke notes that Jesus’ primary motivation was not to show off power, but a visceral response to the woman’s plight.

“Only son... and she was a widow” (v. 12): Luke stacks the descriptive terms to show the woman’s total vulnerability. In this culture, a widow who lost her only son lost not only her family but her entire social safety net and economic future. She was “doubly dead” in a societal sense.

“The open coffin” (tēs sorou): In first-century Jewish burials, the soros was typically an open bier or a wooden plank used to carry the body to the tomb, rather than a closed western-style casket. This explains how the man could immediately “sit up” (anekathisen).

“Touched” (hēpsato): This is a significant ritual detail. Touching a funeral bier or a corpse made a person ceremonially unclean according to the Law of Moses. By touching it, Jesus demonstrates that His holiness and life-giving power are “contagious” in a way that overcomes the uncleanness of death.

“Gave him back” (edōken auton): This phrase is a beautiful literary echo of the Septuagint’s account of Elijah raising the widow’s son in 1 Kings 17:23. Luke is intentionally framing Jesus as the “New Elijah,” which explains why the crowd immediately shouts that “a great prophet has been raised up.”

“God has visited” (epeskepsato): This verb means more than just a social visit; it implies a “visitation” for the purpose of oversight, care, or redemption. It is the same word used in the Benedictus (Luke 1:68) to describe the coming of the Messiah.

“Afflictions” (mastigōn): Literally “whips” or “scourges.” In verse 21, Luke uses this word for chronic, painful ailments. It suggests that these diseases were seen as things that “lashed” or tormented the body, and Jesus’ healing was a liberation from that whipping.

“Granted the gift of sight” (echarisato blepein): Luke uses the verb charizomai (from charis, meaning grace). He doesn’t just say they were healed; he says sight was “graciously given” or “gifted” to them, emphasizing the mercy behind the miracle.

“The poor have the good news preached to them” (v. 22): This is a single verb in Greek (euangelizontai). Jesus is quoting Isaiah 35 and 61. By putting the preaching to the poor on the same level as raising the dead, Jesus identifies social and spiritual restoration as a primary sign of His messiahship.

“Take offense” (skandalisthē): This is the source of our word “scandalize.” It refers to a “stumbling block.” John expected a winnowing fork and fire (Luke 3:17); Jesus brought healing and banquets. Jesus is gently warning John not to let this difference in “style” become a trap or a reason to trip.

“Far more than a prophet” (v. 26): John is “more” because he isn’t just predicting the Messiah from afar; he is the “messenger” (angelon) of Malachi 3:1 who physically prepares the way. He is the bridge between the old prophetic era and the new Kingdom era.

“Acknowledged God’s justice” (edikaiōsan ton theon): Literally “they justified God.” In verse 29, this means they declared God to be in the right. By contrast, the Pharisees “rejected God’s purpose” (tēn boulēn tou theou ēthetēsan), meaning they set aside or nullified God’s intended plan for their lives.

“Wisdom is vindicated” (edikaiōthē hē sophia): Again, the verb dikaioō (justify/vindicate). Jesus is saying that despite the fickle complaints of “this generation”—who found John too ascetic and Jesus too social—the “results” (the children/fruits) of both ministries prove that God’s wisdom was right all along.

“Reclined” (kateklithē): This reflects the Greco-Roman style of dining adopted by wealthy Jews. Guests didn’t sit in chairs but lay on couches (triclinia) leaning on their left elbows. This physical posture explains how the woman could stand “behind” Him at His feet (v. 38) without interrupting the meal at the table.

“Perfume” (myrou): Unlike the common “olive oil” (elaiō) mentioned in v. 46, myron was a costly, aromatic ointment or balsam. Her gift was not just a gesture of respect, but a significant financial sacrifice.

“Kissing His feet fervently” (katephilei): As noted in the parable of the Prodigal Son, the prefix kata- makes the verb intensive. She wasn’t just giving a ritual greeting; she was kissing His feet repeatedly and tenderly, a sign of deep humility and devotion.

“What sort of woman” (potapē): This word implies “what kind of character” or “from what origin.” Simon’s internal monologue reveals his belief that holiness is maintained by avoiding contact with “unclean” people. He judges Jesus’ prophetic status based on Jesus’ lack of social boundaries.

“Freely forgave” (echarisato): This verb is derived from charis (grace). It’s not just a legal cancellation of debt; it’s a gift given out of favor. Jesus uses this financial metaphor to explain the spiritual economy of the Kingdom.

“For she loved much” (hoti ēgapēsen poly): The Greek grammar here is crucial. The hoti (for/because) doesn’t mean her love caused her forgiveness. Rather, her extravagant love is the evidence that she has already been profoundly forgiven. Her love is the “overflow” of grace received.

“Go in peace” (poreuou eis eirēnēn): Literally “Go into peace.” This is more than a goodbye; it is a commission to enter a new state of being characterized by shalom—wholeness and reconciliation with God.
ml>