topActs 17 prev next
Greek: New Testament (NAS)
English: John Barach
Chapter 17
Uproar in Thessalonica
1  Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων. 2  κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, 3  διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστὸς [ὁ] Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. 4  καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
1After they had traveled through Amphipolis and Apollonia, they came to Thessalonica, where there was a synagogue of the Jews. 2According to his custom, Paul went in to them, and for three Sabbaths he reasoned with them from the Scriptures, 3explaining and presenting evidence that it was necessary for the Messiah to suffer and to rise from the dead, and saying, “This Jesus whom I am proclaiming to you is the Messiah.” 4Some of them were persuaded and joined Paul and Silas, as did a great multitude of the God-fearing Greeks and not a few of the prominent women.
5  ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον· 6  μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονος καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, 7  οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. 8  ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, 9  καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
5But the Jews became jealous; they recruited some wicked men from the marketplace loiterers, formed a mob, and threw the city into an uproar. They attacked the house of Jason, seeking to bring Paul and Silas out to the assembly. 6When they did not find them, they dragged Jason and some of the brothers before the city authorities, shouting, “These men who have turned the world upside down have come here too! 7Jason has welcomed them, and they are all acting contrary to the decrees of Caesar, saying that there is another king, Jesus.” 8They agitated the crowd and the city authorities who heard these things. 9After they had taken a bond from Jason and the others, they released them.
The Noble Bereans
13  Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. 14  εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν, ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. 15  οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
13But when the Jews from Thessalonica learned that the word of God was being proclaimed by Paul in Berea as well, they came there too, agitating and stirring up the crowds. 14Then the brothers immediately sent Paul away to go as far as the sea, but Silas and Timothy remained there. 15Those who escorted Paul brought him as far as Athens; and after receiving a command for Silas and Timothy to come to him as quickly as possible, they departed.
Paul’s Agitation in Athens
16  Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. 17  διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18  τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον, τί ἄν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δὲ, ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι, ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19  ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες, δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20  ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. 21  Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.
16While Paul was waiting for them in Athens, his spirit was deeply provoked within him as he observed that the city was full of idols. 17So he began to reason in the synagogue with the Jews and the God-fearing Gentiles, and in the marketplace every day with whoever happened to be there. 18Some of the Epicurean and Stoic philosophers also began to engage with him. Some were saying, “What is this ‘seed-picker’ trying to say?” while others said, “He seems to be a proclaimer of foreign deities”—this was because he was preaching the good news of Jesus and the Resurrection. 19They took hold of him and brought him to the Areopagus, saying, “May we know what this new teaching is that you are speaking? 20For you are bringing some strange things to our ears; we want to know, therefore, what these things mean.” 21(Now all the Athenians and the foreigners residing there spent their time in nothing else than telling or hearing something new.)
Sermon on Mars Hill
22  Σταθεὶς δὲ [ὁ] Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη, ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23  διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. 24  ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 25  οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·
22So Paul stood in the middle of the Areopagus and said: “Men of Athens, I see that in every way you are very religious. 23For as I was passing through and observing the objects of your worship, I even found an altar on which was inscribed: ‘To an Unknown God.’ Therefore, what you worship in ignorance, this I proclaim to you. 24The God who made the world and everything in it—He, being Lord of heaven and earth, does not dwell in temples made by human hands. 25Nor is He served by human hands as though He needed anything, since He Himself gives to everyone life and breath and all things.
26  ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν 27  ζητεῖν τὸν θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καὶ γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28  ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμεν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν, Τοῦ γὰρ καὶ γένος ἐσμέν.
26From one man He made every nation of humanity to inhabit the entire face of the earth, having determined their appointed times and the boundaries of their habitation, 27so that they might seek God, if perhaps they might grope for Him and find Him—though He is actually not far from each one of us. 28For ‘In Him we live and move and have our being,’ as even some of your own poets have said: ‘For we are also His offspring.’
29  γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
29Therefore, since we are the offspring of God, we ought not to think that the Divine Being is like gold or silver or stone, an image formed by human art and imagination.
30  τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, 31  καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
30Though God overlooked the times of such ignorance, He now commands all people everywhere to repent, 31because He has set a day on which He is going to judge the world in righteousness by a Man whom He has appointed, having provided proof to all by raising Him from the dead.”
The Response of the Philosophers
32  Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν. 33  οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34  τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
32When they heard about the resurrection of the dead, some began to scoff, but others said, “We will hear you again about this.” 33So Paul went out from their midst. 34But some men joined him and believed, among whom were Dionysius the Areopagite, and a woman named Damaris, and others with them.