topActs 25 prev next
Greek: New Testament (NAS)
English: John Barach
Chapter 25
The Plot Renewed and Paul’s Appeal
1  Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, 2  ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου καὶ παρεκάλουν αὐτὸν 3  αἰτούμενοι χάριν κατ' αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4  ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· 5  οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
1Three days after Festus had arrived in the province, he went up from Caesarea to Jerusalem. 2There the chief priests and the leading men of the Jews presented their case against Paul and began urging him, 3asking as a favor against Paul that he would have him brought to Jerusalem—while they were preparing an ambush to kill him along the road. 4Festus, however, replied that Paul was being kept in custody at Caesarea and that he himself intended to go there shortly. 5"So,” he said, “let the influential men among you go down with me, and if there is anything wrong with the man, let them accuse him.”
6  Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 7  παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8  τοῦ Παύλου ἀπολογουμένου ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
6After staying among them not more than eight or ten days, he went down to Caesarea. On the next day, he sat on the judgment seat and ordered Paul to be brought in. 7When he arrived, the Jews who had come down from Jerusalem stood around him, bringing many serious charges which they were not able to prove. 8Paul said in his defense, “I have committed no offense against the law of the Jews, or against the temple, or against Caesar.”
9  ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ' ἐμοῦ; 10  εἶπεν δὲ ὁ Παῦλος, ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπίγινώσκεις. 11  εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι. 12  τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
9But Festus, wishing to do the Jews a favor, answered Paul and said, “Are you willing to go up to Jerusalem to be tried there before me on these charges?” 10Paul said, “I am standing before Caesar’s judgment seat, where I ought to be tried. I have done no wrong to the Jews, as you yourself know very well. 11If, then, I am a wrongdoer and have committed anything deserving of death, I do not seek to escape death; but if there is nothing to the things of which these men accuse me, no one can hand me over to them as a favor. I appeal to Caesar!” 12Then Festus, after conferring with his council, replied, “You have appealed to Caesar; to Caesar you shall go.”
Festus Consults King Agrippa
13  Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. 14  ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15  περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ' αὐτοῦ καταδίκην. 16  πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17  συνελθόντων οὖν [αὐτῶν] ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
13Now after some days had passed, King Agrippa and Bernice arrived at Caesarea to pay their respects to Festus. 14Since they were staying there for many days, Festus laid Paul’s case before the king, saying: “There is a man left as a prisoner by Felix, 15about whom, when I was in Jerusalem, the chief priests and the elders of the Jews presented their case, asking for a sentence of condemnation against him. 16I answered them that it is not the Roman custom to hand over any man as a favor before the accused meets his accusers face to face and has an opportunity to make a defense concerning the charge. 17So when they had assembled here, I made no delay; on the next day I sat on the judgment seat and ordered the man to be brought in.
18  περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν, 19  ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περὶ τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. 20  ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21  τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα. 22  Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
18When the accusers stood up, they did not bring any charge of the crimes I was expecting. 19Instead, they had certain points of disagreement with him about their own religion and about a certain Jesus, who had died, but whom Paul kept asserting was alive. 20Being at a loss as to how to investigate such things, I asked if he was willing to go to Jerusalem and be tried there on these matters. 21But when Paul appealed to be kept in custody for the decision of His Majesty the Emperor, I ordered him to be held until I could send him to Caesar.” 22Agrippa said to Festus, “I would like to hear the man myself.” “Tomorrow,” he said, “you shall hear him.”
Paul Brought Before the Assembly
23  Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ' ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φῆστου ἤχθη ὁ Παῦλος. 24  καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι. 25  ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν. 26  περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω, διὸ προήγαγον αὐτὸν ἐφ' ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω· 27  ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι.
23So on the next day, Agrippa and Bernice came with great pomp and entered the audience hall with the military commanders and the prominent men of the city. At the command of Festus, Paul was brought in. 24And Festus said, “King Agrippa and all you men present with us, you see this man about whom the whole multitude of the Jews petitioned me, both in Jerusalem and here, shouting that he ought not to live any longer. 25But I found that he had committed nothing deserving of death; and since he himself appealed to His Majesty the Emperor, I decided to send him. 26But I have nothing definite to write to my lord about him. Therefore, I have brought him before you all, and especially before you, King Agrippa, so that after this preliminary inquiry has taken place, I might have something to write. 27For it seems unreasonable to me to send a prisoner without also signaling the charges against him.”