Greek: New Testament (NAS)
English: John Barach
Chapter 20
The Empty Tomb
|
3
Ἐξῆλθεν
οὖν
ὁ
Πέτρος
καὶ
ὁ
ἄλλος
μαθητὴς
καὶ
ἤρχοντο
εἰς
τὸ
μνημεῖον.
4
ἔτρεχον
δὲ
οἱ
δύο
ὁμοῦ·
καὶ
ὁ
ἄλλος
μαθητὴς
προέδραμεν
τάχιον
τοῦ
Πέτρου
καὶ
ἦλθεν
πρῶτος
εἰς
τὸ
μνημεῖον,
5
καὶ
παρακύψας
βλέπει
κείμενα
τὰ
ὀθόνια,
οὐ
μέντοι
εἰσῆλθεν.
6
ἔρχεται
οὖν
καὶ
Σίμων
Πέτρος
ἀκολουθῶν
αὐτῷ
καὶ
εἰσῆλθεν
εἰς
τὸ
μνημεῖον,
καὶ
θεωρεῖ
τὰ
ὀθόνια
κείμενα,
7
καὶ
τὸ
σουδάριον,
ὃ
ἦν
ἐπὶ
τῆς
κεφαλῆς
αὐτοῦ,
οὐ
μετὰ
τῶν
ὀθονίων
κείμενον
ἀλλὰ
χωρὶς
ἐντετυλιγμένον
εἰς
ἕνα
τόπον.
8
τότε
οὖν
εἰσῆλθεν
καὶ
ὁ
ἄλλος
μαθητὴς
ὁ
ἐλθὼν
πρῶτος
εἰς
τὸ
μνημεῖον
καὶ
εἶδεν
καὶ
ἐπίστευσεν·
9
οὐδέπω
γὰρ
ᾔδεισαν
τὴν
γραφὴν
ὅτι
δεῖ
αὐτὸν
ἐκ
νεκρῶν
ἀναστῆναι.
10
ἀπῆλθον
οὖν
πάλιν
πρὸς
αὐτοὺς
οἱ
μαθηταί.
|
|
3Then Peter and the other disciple went out and were coming toward the tomb.
4The two were running together, but the other disciple outran Peter and reached the tomb first.
5And stooping to look in, he saw the linen cloths lying there, but he did not go in.
6Then Simon Peter came, following him, and went into the tomb; he observed the linen cloths lying there,
7and the face-cloth, which had been on his head, not lying with the linen cloths but folded up in a place by itself.
8Then the other disciple, who had reached the tomb first, also went in, and he saw and believed;
9for as yet they did not understand the Scripture, that he must rise from the dead.
10Then the disciples went back to their own homes.
|
Jesus Appears to Mary Magdalene
|
11
Μαρία
δὲ
εἱστήκει
πρὸς
τῷ
μνημείῳ
ἔξω
κλαίουσα.
ὡς
οὖν
ἔκλαιεν,
παρέκυψεν
εἰς
τὸ
μνημεῖον
12
καὶ
θεωρεῖ
δύο
ἀγγέλους
ἐν
λευκοῖς
καθεζομένους,
ἕνα
πρὸς
τῇ
κεφαλῇ
καὶ
ἕνα
πρὸς
τοῖς
ποσίν,
ὅπου
ἔκειτο
τὸ
σῶμα
τοῦ
Ἰησοῦ.
13
καὶ
λέγουσιν
αὐτῇ
ἐκεῖνοι,
Γύναι,
τί
κλαίεις;
λέγει
αὐτοῖς
ὅτι
Ἦραν
τὸν
κύριόν
μου,
καὶ
οὐκ
οἶδα
ποῦ
ἔθηκαν
αὐτόν.
|
|
11But Mary stood outside near the tomb, weeping. As she wept, she stooped to look into the tomb
12and saw two angels in white sitting there, one at the head and one at the feet, where the body of Jesus had been lying.
13They said to her, “Woman, why are you weeping?” She said to them, “Because they have taken away my Lord, and I do not know where they have laid him.”
|
|
14
ταῦτα
εἰποῦσα
ἐστράφη
εἰς
τὰ
ὀπίσω
καὶ
θεωρεῖ
τὸν
Ἰησοῦν
ἑστῶτα
καὶ
οὐκ
ᾔδει
ὅτι
Ἰησοῦς
ἐστιν.
15
λέγει
αὐτῇ
Ἰησοῦς,
Γύναι,
τί
κλαίεις;
τίνα
ζητεῖς;
ἐκείνη
δοκοῦσα
ὅτι
ὁ
κηπουρός
ἐστιν
λέγει
αὐτῷ,
Κύριε,
εἰ
σὺ
ἐβάστασας
αὐτόν,
εἰπέ
μοι
ποῦ
ἔθηκας
αὐτόν,
κἀγὼ
αὐτὸν
ἀρῶ.
16
λέγει
αὐτῇ
Ἰησοῦς,
Μαριάμ.
στραφεῖσα
ἐκείνη
λέγει
αὐτῷ
Ἑβραϊστί,
Ῥαββουνί
(ὃ
λέγεται
Διδάσκαλε).
|
|
14Having said this, she turned around and saw Jesus standing there, but she did not know that it was Jesus.
15Jesus said to her, “Woman, why are you weeping? Whom are you seeking?” Thinking that he was the gardener, she said to him, “Sir, if you have carried him away, tell me where you have laid him, and I will take him away.”
16Jesus said to her, “Mary.” She turned and said to him in Hebrew, “Rabboni!” (which means Teacher).
|
|
17
λέγει
αὐτῇ
Ἰησοῦς,
Μή
μου
ἅπτου,
οὔπω
γὰρ
ἀναβέβηκα
πρὸς
τὸν
πατέρα·
πορεύου
δὲ
πρὸς
τοὺς
ἀδελφούς
μου
καὶ
εἰπὲ
αὐτοῖς,
ἀναβαίνω
πρὸς
τὸν
πατέρα
μου
καὶ
πατέρα
ὑμῶν
καὶ
θεόν
μου
καὶ
θεὸν
ὑμῶν.
18
ἔρχεται
Μαριὰμ
ἡ
Μαγδαληνὴ
ἀγγέλλουσα
τοῖς
μαθηταῖς
ὅτι
Ἑώρακα
τὸν
κύριον,
καὶ
ταῦτα
εἶπεν
αὐτῇ.
|
|
17Jesus said to her, “Do not cling to me, for I have not yet ascended to the Father; but go to my brothers and say to them, ‘I am ascending to my Father and your Father, and to my God and your God.’”
18Mary Magdalene went and announced to the disciples, “I have seen the Lord,” and she told them that he had said these things to her.
|
Jesus Appears to the Disciples
|
19
Οὔσης
οὖν
ὀψίας
τῇ
ἡμέρᾳ
ἐκείνῃ
τῇ
μιᾷ
σαββάτων
καὶ
τῶν
θυρῶν
κεκλεισμένων
ὅπου
ἦσαν
οἱ
μαθηταὶ
διὰ
τὸν
φόβον
τῶν
Ἰουδαίων,
ἦλθεν
ὁ
Ἰησοῦς
καὶ
ἔστη
εἰς
τὸ
μέσον
καὶ
λέγει
αὐτοῖς,
Εἰρήνη
ὑμῖν.
20
καὶ
τοῦτο
εἰπὼν
ἔδειξεν
καὶ
τὰς
χεῖρας
καὶ
τὴν
πλευρὰν
αὐτοῖς.
ἐχάρησαν
οὖν
οἱ
μαθηταὶ
ἰδόντες
τὸν
κύριον.
21
εἶπεν
οὖν
αὐτοῖς
[ὁ
Ἰησοῦς]
πάλιν,
Εἰρήνη
ὑμῖν·
καθὼς
ἀπέσταλκέν
με
ὁ
πατήρ,
κἀγὼ
πέμπω
ὑμᾶς.
22
καὶ
τοῦτο
εἰπὼν
ἐνεφύσησεν
καὶ
λέγει
αὐτοῖς,
Λάβετε
πνεῦμα
ἅγιον·
23
ἄν
τινων
ἀφῆτε
τὰς
ἁμαρτίας
ἀφέωνται
αὐτοῖς,
ἄν
τινων
κρατῆτε
κεκράτηνται.
|
|
19When it was evening on that day—the first day of the week—and the doors were locked where the disciples were because of their fear of the Judeans, Jesus came and stood in their midst and said to them, “Peace be with you.”
20Having said this, he showed them both his hands and his side. Then the disciples rejoiced when they saw the Lord.
21So Jesus said to them again, “Peace be with you. Just as the Father has sent me, I also am sending you.”
22And when he had said this, he breathed on them and said to them, “Receive the Holy Spirit.
23If you forgive the sins of any, they are forgiven them; if you retain the sins of any, they are retained.”
|
Thomas and the Confession of Faith
|
24
Θωμᾶς
δὲ
εἷς
ἐκ
τῶν
δώδεκα,
ὁ
λεγόμενος
Δίδυμος,
οὐκ
ἦν
μετ'
αὐτῶν
ὅτε
ἦλθεν
Ἰησοῦς.
25
ἔλεγον
οὖν
αὐτῷ
οἱ
ἄλλοι
μαθηταὶ
Ἑωράκαμεν
τὸν
κύριον.
ὁ
δὲ
εἶπεν
αὐτοῖς,
Ἐὰν
μὴ
ἴδω
ἐν
ταῖς
χερσὶν
αὐτοῦ
τὸν
τύπον
τῶν
ἥλων
καὶ
βάλω
τὸν
δάκτυλόν
μου
εἰς
τὸν
τύπον
τῶν
ἥλων
καὶ
βάλω
μου
τὴν
χεῖρα
εἰς
τὴν
πλευρὰν
αὐτοῦ,
οὐ
μὴ
πιστεύσω.
|
|
24But Thomas, one of the Twelve (called “The Twin”), was not with them when Jesus came.
25So the other disciples kept telling him, “We have seen the Lord!” But he said to them, “Unless I see the mark of the nails in his hands, and put my finger into the mark of the nails, and put my hand into his side, I will certainly not believe.”
|
|
26
Καὶ
μεθ'
ἡμέρας
ὀκτὼ
πάλιν
ἦσαν
ἔσω
οἱ
μαθηταὶ
αὐτοῦ
καὶ
Θωμᾶς
μετ'
αὐτῶν.
ἔρχεται
ὁ
Ἰησοῦς
τῶν
θυρῶν
κεκλεισμένων
καὶ
ἔστη
εἰς
τὸ
μέσον
καὶ
εἶπεν,
Εἰρήνη
ὑμῖν.
27
εἶτα
λέγει
τῷ
Θωμᾷ,
Φέρε
τὸν
δάκτυλόν
σου
ὧδε
καὶ
ἴδε
τὰς
χεῖράς
μου
καὶ
φέρε
τὴν
χεῖρά
σου
καὶ
βάλε
εἰς
τὴν
πλευράν
μου,
καὶ
μὴ
γίνου
ἄπιστος
ἀλλὰ
πιστός.
28
ἀπεκρίθη
Θωμᾶς
καὶ
εἶπεν
αὐτῷ,
Ὁ
κύριός
μου
καὶ
ὁ
θεός
μου.
29
λέγει
αὐτῷ
ὁ
Ἰησοῦς,
Ὅτι
ἑώρακάς
με
πεπίστευκας;
μακάριοι
οἱ
μὴ
ἰδόντες
καὶ
πιστεύσαντες.
|
|
26Eight days later, his disciples were inside again, and Thomas was with them. Though the doors were locked, Jesus came and stood in their midst and said, “Peace be with you.”
27Then he said to Thomas, “Bring your finger here and see my hands, and bring your hand and put it into my side; do not be unbelieving, but believing.”
28Thomas answered and said to him, “My Lord and my God!”
29Jesus said to him, “Because you have seen me, you have believed? Blessed are those who have not seen and yet have believed.”
|
The Purpose of This Book