top Deuteronomy ch 8
Greek: Septuagint (LXX)
English: John Barach
Chapter 8
The Lessons of the Wilderness
1 Πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν. 2 καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέν σὲ κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἄν κακώσῃ σὲ καὶ ἐκπειράσῃ σὲ καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. 3 καὶ ἐκάκωσέν σὲ καὶ ἐλιμαγχόνησέν σὲ καὶ ἐψώμισέν σὲ τὸ μάννα, ὃ οὐκ εἴδησαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοί ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. 4 τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σου, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη. 1 Every commandment that I command you today you shall be careful to do, so that you may live and be multiplied and enter and inherit the land which the Lord your God swore to your fathers. 2 And you shall remember the whole way which the Lord your God led you in the wilderness, so that he might afflict you and test you, and that the things in your heart might be made known—whether you would keep his commandments or not. 3 And he afflicted you and famished you with hunger, and fed you with manna, which your fathers did not know, so that he might declare to you that man shall not live by bread alone, but by every word that proceeds through the mouth of God shall man live. 4 Your garments did not wear out from you, nor did your feet become calloused—behold, forty years!
5 καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτως κύριος ὁ θεός σου παιδεύσει σε, 6 καὶ φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν. 5 And you shall know in your heart that just as if a man should discipline his son, so the Lord your God will discipline you, 6 and you shall keep the commandments of the Lord your God to walk in his ways and to fear him.
The Goodness of the Promised Land
7 ὁ γὰρ κύριος ὁ θεός σου εἰσάγει σὲ εἰς γῆν ἀγαθὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων· 8 γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ῥόαι, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος· 9 γῆ, ἐφ' ἧς οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ οὐδὲν ἐπ' αὐτῆς· γῆ, ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν· 7 For the Lord your God is bringing you into a good and spacious land, where there are torrents of waters and springs of the deeps bursting forth through the plains and through the mountains; 8 a land of wheat and barley, vines, figs, and pomegranates; a land of olive oil and honey; 9 a land upon which you shall not eat your bread with poverty, and you shall not lack anything upon it; a land whose stones are iron, and from whose mountains you shall mine copper.
The Warning Against Pride and Forgetfulness
10 καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις κύριον τὸν θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς ἔδωκέν σοι. 11 πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοί σήμερον, 12 μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς 13 καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοί καὶ πάντων, ὅσων σοί ἔσται, πληθυνθέντων σοί 14 ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σὲ ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας, 10 And you shall eat and be satisfied, and you shall bless the Lord your God for the good land which he has given you. 11 Take heed to yourself, lest you forget the Lord your God by not keeping his commandments and his judgments and his statutes, as many as I command you today; 12 lest, having eaten and been satisfied, and having built beautiful houses and dwelt in them, 13 and your cattle and your sheep having multiplied for you, and silver and gold having multiplied for you, and all things, as many as you have, having multiplied for you— 14 you be lifted up in heart and forget the Lord your God who brought you out of the land of Egypt, out of the house of slavery;
15 τοῦ ἀγαγόντος σὲ διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοί ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος, 16 τοῦ ψωμίσαντός σὲ τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ εἴδησαν οἱ πατέρες σου, ἵνα κακώσῃ σὲ καὶ ἐκπειράσῃ σὲ καὶ εὖ σὲ ποιήσῃ ἐπ' ἐσχάτων τῶν ἡμερῶν σου. 17 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἡ ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην· 18 καὶ μνησθήσῃ κυρίου τοῦ θεοῦ σου, ὅτι αὐτός σοί δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου, ὡς σήμερον. 15 who led you through that great and fearful wilderness, where there was the biting serpent and the scorpion and thirst, where there was no water; who brought forth for you a spring of water out of a flinty rock; 16 who fed you manna in the wilderness, which your fathers did not know, so that he might afflict you and test you and do you good at the end of your days. 17 Do not say in your heart, "My strength and the might of my hand produced this great power for me." 18 But you shall remember the Lord your God, because he is the one giving you strength to produce power, and that he may establish his covenant, which the Lord swore to your fathers, as it is today.
19 καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε· 20 καθὰ καὶ τὰ λοιπὰ ἔθνη, ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσθε, ἀνθ' ὧν οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν. 19 And it shall be, if you truly forget the Lord your God and go after other gods and serve them and bow down to them, I testify to you today by both the heaven and the earth that you shall surely perish. 20 Just as the rest of the nations which the Lord is destroying before your face, so you shall perish, because you did not hear the voice of the Lord your God.