top Genesis ch 25

Chapter 25

Abraham's Death

1 προσθέμενος δὲ Ἁβραὰμ ἔλαβεν γυναῖκα, ὄνομα Χεττούρα. 2 ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμράν1 καὶ τὸν Ἰεξάν, καὶ τὸν Μαδὰν2 καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβόκ3 καὶ τὸν Σωύε.4 3 Ἰεξὰν δὲ ἐγέννησεν τὸν Σαβὰ καὶ τὸν Θαιμὰν5 καὶ τὸν Δαιδὰν6 υἱοὶ δὲ Δαιδάν· ἐγένοντο Ῥαγουὴλ7 καὶ Ναβδεήλ8 καὶ Ἀσσουριίμ9 καὶ Λατουσιίμ10 καὶ Λοωμίμ.11 4 υἱοὶ δὲ Μαδιάμ· Γαιφὰ12 καὶ Ἀφέρ13 καὶ Ἐνὼχ καὶ Ἀβιρά14 καὶ Ἐλραγά.15 πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. 5 ἔδωκεν δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, 6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. 7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἁβραάμ, ὅσα ἔζησεν· ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη. 8 καὶ ἐκλιπὼν ἀπέθανεν Ἁβραὰμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 9 καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ἐστιν ἀπέναντι Μαμβρῆ. 10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν Χέτ, ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ. 11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ εὐλόγησεν θεὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.

Descendants of Ishmael

12 αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ὃν ἔτεκεν Ἄγαρ παιδίσκη Σάρρας τῷ Ἁβραάμ, 13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ κατ' ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ Ναβαϊὼθ καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ 14 καὶ Μασμὰ καὶ Ἰδουμὰ16 καὶ Μασσῆ 15 καὶ Χοδδάδ17 καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά. 16 οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν· καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν. 17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ· ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. 18 κατῴκησεν δὲ ἀπὸ Εὐιλάτ, ἕως Σοὺρ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.

Isaac's Sons

19 καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ· Ἁβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ. 20 ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελφὴν Λαβὰν τοῦ Σύρου ἑαυτῷ γυναῖκα. 21 ἐδεῖτο δὲ Ἰσαὰκ κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσεν δὲ αὐτοῦ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα γυνὴ αὐτοῦ. 22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ, εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου, 23 καὶ εἶπεν κύριος αὐτῇ, δύο ἔθνη ἐν τῇ γαστρί σου εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ μείζων δουλεύσει τῷ ἐλάσσονι. 24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. 25 ἐξῆλθεν δὲ υἱὸς πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ. 26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ἀδελφὸς αὐτοῦ, καὶ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα. 27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος, Ἰακὼβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν. 28 ἠγάπησεν δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.

29 ἥψησεν δὲ Ἰακὼβ ἕψεμα· ἦλθεν δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων, 30 καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ, γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ. 31 εἶπεν δὲ Ἰακὼβ τῷ Ἡσαῦ, ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. 32 εἶπεν δὲ Ἡσαῦ, ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; 33 καὶ εἶπεν αὐτῷ Ἰακώβ, ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ. 34 Ἰακὼβ δὲ ἔδωκεν τῷ Ἡσαῦ ἄρτον καὶ ἕψεμα φακοῦ, καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.