Greek: Septuagint (LXX)
English: John Barach
English: John Barach
Chapter 6
The Purpose of the Commandments
| 1 Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν, 2 ἵνα φοβῆσθε κύριον τὸν θεὸν ὑμῶν φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοί σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε. | 1 And these are the commandments and the statutes and the judgments which the Lord our God commanded to teach you to do thus in the land into which you are entering to inherit it, 2 so that you might fear the Lord your God to keep all his statutes and his commandments, as many as I command you today—you and your sons and the sons of your sons—all the days of your life, so that you may live long. |
| 3 καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξαι ποιεῖν, ὅπως εὖ σοί ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοί γῆν ῥέουσαν γάλα καὶ μέλι. | 3 And hear, O Israel, and be careful to do [them], so that it may go well with you and that you may be multiplied greatly, just as the Lord the God of your fathers spoke to give to you a land flowing with milk and honey. |
The Shema: Loving God Wholly
| 4 καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· 5 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου. 6 καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοί σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου· 7 καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος· 8 καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· 9 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν. | 4 And these are the statutes and the judgments which the Lord commanded the sons of Israel in the wilderness when they went out from the land of Egypt: "Hear, O Israel: The Lord our God is one Lord. 5 And you shall love the Lord your God from your whole heart and from your whole soul and from your whole power. 6 And these words, as many as I command you today, shall be in your heart and in your soul. 7 And you shall instill them into your sons and shall speak of them while sitting in the house and while traveling on the road and while lying down and while rising up. 8 And you shall bind them as a sign upon your hand, and it shall be unshakable before your eyes. 9 And you shall write them upon the doorposts of your houses and of your gates." |
Warning Against Forgetfulness in Prosperity
| 10 καὶ ἔσται ὅταν εἰσαγάγῃ σὲ κύριος ὁ θεός σου εἰς τὴν γῆν, ἣν ὤμοσεν τοῖς πατράσιν σου τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναί σοι, πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας, 11 οἰκίας πλήρεις πάντων ἀγαθῶν, ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς 12 πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σὲ ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας. 13 κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. | 10 And it shall be, when the Lord your God brings you into the land which he swore to your fathers—to Abraham and Isaac and Jacob—to give to you, [a land of] great and beautiful cities which you did not build, 11 houses full of all good things which you did not fill, hewn cisterns which you did not hew out, vineyards and olive groves which you did not plant; and when you have eaten and are full, 12 take heed to yourself, lest you forget the Lord your God, who brought you out of the land of Egypt, out of the house of slavery. 13 The Lord your God you shall fear, and him you shall serve, and to him you shall be joined, and by his name you shall swear. |
| 14 οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, 15 ὅτι θεὸς ζηλωτὴς κύριος ὁ θεός σου ἐν Σοὶ, μὴ ὀργισθεὶς θυμωθῇ κύριος ὁ θεός σου ἐν σοί καὶ ἐξολεθρεύσῃ σὲ ἀπὸ προσώπου τῆς γῆς. | 14 You shall not go after other gods from the gods of the nations round about you, 15 because the Lord your God in your midst is a jealous God; lest the Lord your God be moved to anger against you and destroy you from the face of the earth. |
The Call to Obedience and Instruction
| 16 οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ὃν τρόπον ἐξεπειράσασθε ἐν τῷ Πειρασμῷ. 17 φυλάσσων φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι· 18 καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, ἵνα εὖ σοί γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν 19 ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησεν. | 16 You shall not put the Lord your God to the test, in the manner that you tested him at "The Testing" (Massah). 17 Keeping, you shall keep the commandments of the Lord your God, the testimonies and the statutes, as many as he commanded you. 18 And you shall do what is pleasing and good before the Lord your God, so that it may go well with you, and you may enter and inherit the good land which the Lord swore to your fathers, 19 to drive out all your enemies from before your face, just as he spoke. |
| 20 καὶ ἔσται ὅταν ἐρωτήσῃ σὲ ὁ υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν; 21 καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ. 22 καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν· 23 καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν, ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῖν τὴν γῆν ταύτην, ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν. 24 καὶ ἐνετείλατο ἡμῖν κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι κύριον τὸν θεὸν ἡμῶν, ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον. 25 καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν κύριος. | 20 And it shall be, when your son asks you tomorrow, saying, "What are the testimonies and the statutes and the judgments which the Lord our God commanded us?" 21 then you shall say to your son, "We were slaves to Pharaoh in the land of Egypt, and the Lord brought us out from there with a mighty hand and a high arm. 22 And the Lord gave signs and wonders, great and grievous, in Egypt against Pharaoh and against his house before our eyes. 23 And he brought us out from there so that he might bring us in to give us this land, which he swore to give to our fathers. 24 And the Lord commanded us to do all these statutes: to fear the Lord our God, so that it might be well with us all the days, that we might live just as we do today. 25 And it shall be 'mercy' for us if we are careful to do all these commandments before the Lord our God, just as the Lord commanded us." |
