top Manassah

Manassah

1 Κύριε παντοκράτωρ, θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, 1 Lord Almighty, God of our ancestors, [God] of Abraham, Isaac, Jacob, and their righteous descendants,
2  ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, 2 you made the sky and the land with all their beauty,
3  πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου· 3 You set limits for the sea by the word of your command; You closed the abyss, and sealed it by your fearful and glorious name.
4 ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, 4 All things shudder and tremble from the power of your presence,
5 ὅτι ἄστεκτος μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, 5 because your majesty and glory are unendurable; and the wrath of your threats against sinners is irresistible.
6 ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου, 6 But your promised mercies are beyond measure and imagination,
7 ὅτι σὺ εἶ κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων· 7 because you are the highest, Lord, kind, patient, and merciful, and you feel sorry over human troubles.
8 σὺ οὖν, κύριε θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τοῖς οὐχ ἡμαρτηκόσιν σοὶ, ἀλλ’ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ, 8 Therefore, Lord, God of those who do what is right, you didn’t offer Abraham, Isaac, and Jacob, who didn’t sin against you, a chance to change their hearts and lives. But you offer me, the sinner, the chance to change my heart and life,
9 διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης, ἐπλήθυναν αἱ ἀνομίαι μου, κύριε, ἐπλήθυναν, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου 9 because my sins outnumbered the grains of sand by the sea. My sins are many, Lord; they are many. I am not worthy to look up, to gaze into heaven because of my many sins.
10 κατακαμπτόμενος πολλῷ δεθήσῃ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου, καὶ οὐκ ἔστιν μοι ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα. 10 I’m held down by iron chains so that I can’t lift up my head because of my sins. There’s no relief for me, because I made you angry, doing wrong in front of your face, setting up false gods and committing offenses.
11 καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρηστότητος 11 Now I bow down before you from deep within my heart, begging for your kindness.
12 ἡμάρτηκα, κύριε, ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω. 12 I have sinned, Lord, I have sinned, and I know the laws I’ve broken.
13 αἰτοῦμαι δεόμενός σου ἄνες μοι, κύριε, ἄνες μοι, μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς. ὅτι σὺ εἶ, κύριε, θεὸς τῶν μετανοούντων, 13 I’m praying, begging you: Forgive me, Lord, forgive me. Don’t destroy me along with my sins. Don’t keep my bad deeds in your memory forever. Don’t sentence me to the earth’s depths, for you, Lord, are the God of those who turn from their sins.
14 καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου· ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου, 14 In me you’ll show how kind you are. Although I’m not worthy, you’ll save me according to your great mercy.
15 καὶ αἰνέσω σὲ διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου. ὅτι σὲ ὑμνεῖ πᾶσα δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 15 I will praise you continuously all the days of my life, because all of heaven’s forces praise you, and the glory is yours forever and always. Amen.