1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν· 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν [δικαιοσύνην] ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ [τοῦ] νόμου ὅτι ὁ ποιήσας. αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς, {Lev. 18:5} 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, {Deut. 9:4} Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; {Deut. 30:12} τοῦτ' ἔστιν Χριστὸν καταγαγεῖν· 7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; {Deut. 30:13} τοῦτ' ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 ἀλλὰ τί λέγει;
Ἐγγύς
σου
τὸ
ῥῆμά
ἐστιν
ἐν
τῷ
στόματί
σου
καὶ
ἐν
τῇ
καρδίᾳ
σου,
{Deut. 30:14}
14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15 πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων [τὰ] ἀγαθά. {Isaiah 52:7} 16 Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; {Isaiah 53:1} 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ. 18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε,
Εἰς
πᾶσαν
τὴν
γῆν
ἐξῆλθεν
ὁ
φθόγγος
αὐτῶν
καὶ
εἰς
τὰ
πέρατα
τῆς
οἰκουμένης
τὰ
ῥήματα
αὐτῶν.
{Psalm 18 (19):4}
Ἐγὼ
παραζηλώσω
ὑμᾶς
ἐπ'
οὐκ
ἔθνει,
ἐπ'
ἔθνει
ἀσυνέτῳ
παροργιῶ
ὑμᾶς.
{Deut. 32:31}
Εὑρέθην
[ἐν]
τοῖς
ἐμὲ
μὴ
ζητοῦσιν,
ἐμφανὴς
ἐγενόμην
τοῖς
ἐμὲ
μὴ
ἐπερωτῶσιν.
{Isaiah 65:1}


