top Solomon Psalm 18

Psalm 18

Ψαλμὸς τῷ Σαλωμών· ἔτι τοῦ Χριστοῦ κυρίου. ENG
1 Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα, χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ἰσραὴλ· ENG
2 οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ' αὐτά, καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν· τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι. ENG
3 τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους, καὶ ἀγάπη σου ἐπὶ σπέρμα Ἁβραὰμ υἱοὺς Ἰσραὴλ. ENG
4  παιδεία σου ἐφ' ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ. ENG
5 καθαρίσαι θεὸς Ἰσραὴλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ, εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει Χριστοῦ αὐτοῦ. ENG
6 μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις ἰδεῖν τὰ ἀγαθὰ κυρίου, ποιήσει γενεᾷ τῇ ἐρχομένῃ ENG
7 ὑπὸ ῥάβδον παιδείας Χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος ENG
8 κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου ENG
9 γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους. διάψαλμα. ENG
10 μέγας ἡμῶν θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν διατάξας ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφ' ἡμερῶν εἰς ἡμέρας καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ENG
11 ἐν φόβῳ θεοῦ ὁδὸς αὐτῶν καθ' ἑκάστην ἡμέραν ἀφ' ἧς ἡμέρας ἔκτισεν αὐτοὺς θεὸς καὶ ἕως αἰῶνος· ENG
12 καὶ οὐκ ἐπλανήθησαν ἀφ' ἧς ἡμέρας ἔκτισεν αὐτούς, ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν, εἰ μὴ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ. ENG