Psalm 12
| Τῷ Σαλωμών· ἐν γλώσσῃ παρανόμων. | ENG |
| 1 Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ, ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδῆ καὶ δόλια. | ENG |
| 2 ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ. | ENG |
| 3 ἡ παροικία αὐτοῦ ἐμπρῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει, ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους, συγχέαι οἴκους ἐν πολέμῳ χείλεσιν ψιθύροις. | ENG |
| 4 μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ, καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων κύριον· ἐν πυρὶ φλογὸς γλῶσσα ψίθυρος ἀπόλοιτο ἀπὸ ὁσίων. | ENG |
| 5 φυλάξαι κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους, καὶ κατευθύναι κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ. | ENG |
| 6 τοῦ κυρίου ἡ σωτηρίᾳ ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ, καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου. | ENG |
