ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Fourth Book
Fourth Book
Chapter 1
1.1 Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ' ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν ἠλευθερώθημεν, ἐν τῷ τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ.
1.2 ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον, καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρημένον, εἴς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον, ταύτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγγραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικὸν ὃ δὴ μυθικὸν ἀποκαλοῦσι, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύθους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπῃ ἄλλῃ χαίρουσι προσαγορεύοντες, καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστώς, πολιτικὸν αὐτοῖς προσαγορευόμενον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολογουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον.
1.3 διατεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοί, θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν, ἐπισκήψεις τε κατ' ἀσεβῶν· ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐδενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια, μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ, μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. ταύτῃ γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν.
1.4 τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος ὅπῃ τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον· τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται, μήτε τίς ποιητῶν, φασί, μήτε φιλοσόφων κινείτω, τοῖς δ’ ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἔν τε ἀγροῖς καὶ πόλεσι μενέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος.
1.5 πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ' ἡμῖν λόγον, ἀπολογισμόν τε ὑποσχεῖν τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς πραγματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις, καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης.
1.6 Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς καὶ αὐτοῖς, ὅτι δ' οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον ἐν τῷ πρώτῳ δέδεικται συγγραμμάτι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβίαστον αὐτοῖς περιέχει τὴν ἐξήγησιν.
1.7 τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις ἐμφωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας, ἢ τούτων ἁπάντων τὰ ἐναντία.
1.8 ἄλλος μὲν οὖν τάχα ἂν ἴσως τὸν περὶ τούτων ἐφοδεύων λόγον πλάνην εἶναι τὸ πᾶν καὶ γοήτων ἀνδρῶν τεχνάσματά τε καὶ ῥᾳδιουργίας ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος εἶναι νομίζειν τὰ περὶ αὐτοῦ θρυλούμενα. τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ, πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφθαι.
1.9 πολλὰ γὰρ εἶναι εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ λίθων, ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει, τὰ μὲν ἀποκρουστικὰ καί τινων ἀπελαστικά, τὰ δὲ συνάγειν πεφυκότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαννύναι πυκνοῦν τε καὶ στέλλειν δυνάμενα, ἕτερα δὲ χαλᾶν καὶ ὑγραίνειν καὶ ἀραιοῦν, σώζειν τε αὖ πάλιν ἄλλα καὶ ἕτερα κτείνειν, τρέπειν τε διόλου, καὶ τὸ παρὸν ἐναλλάττειν, καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε, καὶ τὰ μὲν πρὸς πλείω χρόνον, τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν, καὶ πάλιν τὰ μὲν εἰς πλῆθος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν, καὶ τῶν μὲν τάδε ἡγεῖσθαι, τισὶ δὲ ἕτερα ἐπακολουθεῖν, συντρέχειν τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι· ναὶ μὴν καὶ ὑγιείας εἶναι τινὰ ποιητικά, ἰατρικῆς οὐκ ἄπωθεν ἐπιστήμης, τὰ δὲ νοσοποιὰ τυγχάνειν καὶ δηλητήρια· ἤδη δὲ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινά, καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν, ζῴων τε εἶναι καὶ φυτῶν καὶ ῥιζῶν ἀντιπαθείας μυρίας, καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν· συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς τόπους ἐν οἷς τελεῖται τὰ γιγνόμενα· ὄργανά τε εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνουμένους καὶ τὰς ἑκάστου χρείας καὶ ὧν ἧκέ τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐντὸς ἀποκρύπτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνεργεῖν τῇ κατ' αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν, τήν τε ἐκ προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν.
1.10 προσκείσθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας, τό τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον τοῦ πλήθους, καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τὴν κακότεχνον ταύτην διατριβὴν τευταζόντων, τό τε τῶν γοήτων ἀπατηλὸν καὶ πανοῦργον τοῦ τρόπου, τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προϋπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσι θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων, καὶ εἰς ἄδηλον καταμαντευομένων, τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοτούντων, ὡς μή τινα συνιέναι τὸ χρησθέν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλίᾳ τὸν ἔλεγχον ἐκφεύγειν.
1.11 πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ' ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα, καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών.
Chapter 2
2.1 Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγε τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξενηνεγμένα, τούτων μυρία, μᾶλλον δὲ τὰ πάντα σχεδόν, ἥλω πολλάκις τῆς προρρήσεως ἀποπεπτωκότα, ἐναντίως ἢ κατὰ τὸ χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μήποτ' ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικήν, ἢ κατὰ τὴν στοχασθεῖσαν τοῦ μέλλοντος προσδοκίαν, τὸν χρησμὸν ἐπαληθεύειν ἐνομίσθη ποιεῖν.
2.2 ὃ δὴ καὶ μάλιστα θρυλοῦντας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ πανταχόσε γῆς βοῶντας, ὅτι μέν, εἰ τύχοι, τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν, μηδαμῇ μηδενὸς ἐθέλοντας μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέ τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχε, θαυμάζοι ὡς κατὰ μαντείαν καὶ πρόγνωσιν ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν ἀριθμόν.
2.3 οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων ἐπὶ μυρίοις χρησθέντων ἅπαξ ποτὲ συμβὰν κατὰ τύχην· ὃ καὶ συνιδόντα τὸν μηδὲν στερρὸν ἐν βάθει ψυχῆς κεκτημένον ὑπερεκπλήττεσθαι τὸ χρηστήριον, ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεώς τε καὶ πολέμων οἱ δεδηλωμένοι, σκέψασθαί τε τῶν παλαιῶν τὰς ἱστορίας, καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνικάδε ἀρετῆς τι θεῖον ἔργον ἐνεδείξαντο, ὁπηνίκα ἤνθει μὲν τὰ Ἑλληνικά, συνειστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ’ ὄντα χρηστήρια, πάσης προνοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων, τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόντων.
2.4 καὶ τότε γοῦν μάλιστα τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι’ ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες ὅπως καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους παρώξυνον, καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγμάτων τὰς ἀποκρίσεις ἐποιοῦντο, καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας, καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἀπεκρύπτοντο.
2.5 σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι, κἄπειτα πιστευθέντες ὡς δὴ θεοί, καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ' οὐ θεοὶ διελεγχθέντες, οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβούσης.
2.6 τί δεῖ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν, οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους; τί δή ποτε οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν, ἀλλ' ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνίστορας δὲ ὄντας τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς;
2.7 οὕτω δὲ τὸ πᾶν οὐ θεῖον, οὐδὲ ἀνθρωπίνης ἐπινοίας κρεῖττον ἦν· ὥστε κἀν ταῖς μεγίσταις συμφοραῖς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν ὑπομεῖναι.
2.8 ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος; ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδωναῖος; τὸ μέν γε Δελφικὸν χρηστήριον τρίτον ὑπὸ Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ’ οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. ταὐτὸν δὲ παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ’ οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ὀλυμπιάσι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσι· καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι, τό τε ἐν Ἀλεξανδρείᾳ ὁμοίως καταφλεχθῆναι.
2.9 καὶ τούτων παρ’ αὐτοῖς ᝨλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. μακρὸς δ’ ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ’ ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυνατοὶ πεφώρανται· οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ’ ἂν ποτε κἂν ἄλλοις ἐπαρκέσειαν.
2.10 ἕν δέ τι προσθεὶς τοῖς εἰρημένοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ’ ἡμᾶς αὐτούς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βασάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν πᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πᾶν εἶναι ὁμολογήσαντες· οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο.
2.11 διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες πάντα λόγον ἀνεκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπερριμμένων καὶ ἀφανῶν τινάς· οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα, καὶ τὴν ἄλλην ὀφρῦν ἀνεσπακότων, οἱ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ’ ἡμῶν ὕβρεσιν ἐν τῷ καθ’ ἡμᾶς διωγμῷ λαμπρυνόμενοι· ἴσμεν δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα.
2.12 Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι, μηδὲ μὴν δαίμονας, τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους, πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων.
2.13 καὶ ἦσάν γε παρ’ αὐτοῖς Ἕλλησιν ὅλαι διὰ φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προισταμέναι τῆς δόξης, ὡς οἱ ἀπὸ τοῦ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου, Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων, παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες, οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσι μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν, ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν.
2.14 μυρίων δὲ ὄντων—καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων, ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. γράφει δ' οὖν πρὸς αὐτὸν ὁ συγγραφεύς, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην, καὶ ὅτι ἐν τοῖς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται, καὶ ὅτι σπανίως αὐτοῖς ἐκ συντυχίας ποτέ τινα συμβαίνει, ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις. ἄκουε δ' οὖν ἅ φησι κατὰ λέξιν·
Chapter 3
3.1 Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά· «οὐ γὰρ ἂν τὰς τῶν μάντεων προρρήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο·» ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν. ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρήσεις, ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος, τοῦ πάντα γίνεσθαι καθ' εἱμαρμένην, καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ· ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ προαγορευθέντα, μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν ἡ ἐνάργεια δείκνυσιν.
3.2 οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικε, δι' ἀλλήλων κατασκευάζων ἑκάτερα· τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ' εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ' εἱμαρμένην.
3.3 ποῖος δ' ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν ἐπιστήμην εἶναι σημεῖον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκβάσεις· ὅπερ οὐδεμίαν ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν.
3.4 οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπιστήμονα τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ, πολλάκις δὲ ἀποτυγχάνοντα, οὐδὲ ἰατρὸν τὸν ἀναιροῦντα τοὺς πλείους τῶν θεραπευομένων ὑπ’ αὐτοῦ, ἕνα δέ ποτε διασῶσαι δυνηθέντα· οὐδὲ ὅλως ἐπιστήμην λέγομεν τὴν μὴ πάντα ἢ τά γε πλεῖστα τῶν οἰκείων ἔργων κατορθοῦσαν.
3.5 ὅτι δὲ ἀποτυγχάνεται ὡς τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη, καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην, οὐχὶ διὰ ταύτης ἑαυτοῖς βοηθοῦντες ἐν ταῖς κατὰ τὸν βίον χρείαις, ἀλλὰ γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι καὶ συμβουλῇ καὶ συνεργείᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπειρίαν κεκτῆσθαι νενομισμένων.
3.6 ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντικήν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον, παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα· νυνὶ δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη — οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε, μηδ’ ὡς ἐπὶ τὸ πλεῖστον, μηδ’ ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ’ ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν — ἔπειτα εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικὴν, τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν.
3.7 τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσχερῆ, ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; τὰ γὰρ καθ’ εἱμαρμένην γινόμενα πῶς ἄν τις φυλάξασθαι δύναιτο; ὥστ’ οὐδὲν ὄφελος ἡμῖν τῆς μαντικῆς, μᾶλλον δὲ καὶ πρὸς κακοῦ τινος ἐγίνετο ἂν αὕτη, τὸ προλυπεῖσθαι μάτην παρέχουσα τοῖς ἀνθρώποις ἐπὶ ταῖς προδηλουμέναις δυσχερείαις κατ’ ἀνάγκην ἐσομέναις.
3.8 οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην τις φήσει παρέχειν τὴν τῶν ἐσομένων ἀγαθῶν προαγόρευσιν, ἐπειδήπερ οὐχ οὕτως πέφυκεν ἄνθρωπος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν· τὰ δ’ ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν, διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἱ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνατῶν γενέσθαι κατηλπίκασιν.
3.9 ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαρὰν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἔκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ’ ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι, πολλάκις δὲ καὶ μειοῦν τὴν χαρὰν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ· τὴν δὲ τῶν κακῶν προαγόρευσιν, καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει, καὶ διὰ τὸ παρ’ ἐλπίδας ἐνίοτε προλέγεσθαι, μεγάλως συνταράττειν.
3.10 ἀλλ’ ὅμως εἰ καὶ μὴ τοῦτο συνέβαινε, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ’ εἱμαρμένην, ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι.
3.11 εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν.
3.12 τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ' αὐτῶν προρρηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι.
3.13 οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεως φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω, πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς.
3.14 Ταῦτα μὲν ὁ φιλόσοφος. σύ γε μὴν παρὰ σαυτῷ σκέψαι πῶς Ἕλληνες ὄντες, καὶ τὴν Ἑλλήνων σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι, τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες, Ἀριστοτελικοὶ πάντες, Κυνικοί τε καὶ Ἐπικούρειοι, καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, τῶν παρ' αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν.
3.15 καὶ μὴν, εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἕλληνας ὄντας, καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους, μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τιθεμένους.
3.16 ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία· ἀλλ' οὐ ταύτῃ μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ' ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκφανσιν καταμάθωμεν.
Chapter 4
4.1 Οἶμαι δὲ παντί τῳ εἶναι σαφὲς ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως.
εἰ γὰρ οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας πανταχῆ πάντες, Ἕλληνες καὶ βάρβαροι, δειχθεῖεν μὴ τὸν ἀληθῆ θεὸν ἐπεγνωκότες, ἀλλ’ ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξάζοντες, ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνευμάτων δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι, καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι (καὶ τί γὰρ ἄλλ’ ἢ δαιμονῶντες;), πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον, πάντας πανταχόθεν ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων καταδυναστείας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν φωνῆς ἀνακεκλημένους, καὶ τοὺς μέχρι ἐσχατιῶν γῆς οἰκοῦντας ἀνθρώπους τῆς ἐξ αἰῶνος κατασχούσης τὸν πάντα βίον ἀπάτης λελυτρωμένους, ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν ἁπάντων πλάνης ἱδρύματα, ἱερὰ δὲ ὄντως σεμνὰ καὶ εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ὅλων ἐν μέσαις πόλεσί τε καὶ κώμαις δυνάμει καὶ ἀρετῇ τοῦ σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κόσμον ἀνεγηγέρθαι, θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς ὁσίων διαθέσει κεκαθαρμένῃ κακίας ἁπάσης, ἔν τε ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει, κατὰ τὰ θεῖα καὶ σωτηριώδη παιδεύματα, ἐξ ἁπάντων ὅσαι ἡμέραι διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι, τὰς δὴ καὶ μόνας ἀρεστὰς οὔσας καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ πάντων θεῷ;
4.2 Τούτων δὲ οὕτως ἐχόντων, πῶς οὐκ ἂν εἴημεν ἐν ταὐτῷ δεδειχότες καὶ ὅτι μετὰ σώφρονος λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες, ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας, κρίσει δικαίᾳ καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες, καὶ τῆς ἐνθέου καὶ ἀληθοῦς εὐσεβείας ἐρασταὶ γεγενημένοι;
Ἀλλὰ τούτων μὲν ἅλις, ἁπτέον δὲ λοιπὸν τῶν προκειμένων.
Chapter 5
5.1 Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες, καθ’ ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπους, εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦντες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες θεόν, εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων θεῶν πατέρα τε καὶ βασιλέα, μεθ’ ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἃ πάντα τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα πῇ μὲν ἄγειν, πῇ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ· ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαιμόνων γένος, φίλῳ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι.
5.2 Ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι· δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. Τοιούτῳ δ’ ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν· δεύτερον τοὺς ἀγαθοὺς δαίμονας· τρίτον τὰς τῶν ἡρώων ψυχάς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμονας.
5.3 Ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέουσι τὰ πάντα, μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες, καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προϊόν ἀπελέγξει. Πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους εἴτε ἀγαθούς, ἐκ τῶν παρατεθησομένων.
5.4 Τὰ μὲν γὰρ παρ’ ἡμῖν θεῖα λόγια οὐδ’ ὅλως ἀγαθὸν οὐδένα ὀνομάζει δαίμονα, πάντας δὲ πονηροὺς εἶναι τοὺς τῆς λήξεως ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς οὐδ’ ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἕνα τὸν πάντων αἴτιον· τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ἅτε τὴν φύσιν γεννητὰς οὔσας καὶ πολλῷ τὸν ἀγέννητον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ ἀγγέλους θεοῦ καὶ πνεύματα λειτουργικά, δυνάμεις τε θείας καὶ ἀρχαγγέλους, καί τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύμασιν αὐτῶν ὀνομάζειν εἴωθε, τοὺς δὲ δαίμονας, εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξειπεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἶναι καὶ ἐπιστήμονας, ἀλλ’ ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖσθαι, δαίμονάς τινας προσφυῶς ὀνομάζεσθαι.
5.5 Τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου, οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχάνειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον τὰς μήτε τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.
Chapter 6
6.1 Φέρε οὖν ἐπισκεψώμεθα τίς ὁ κατ’ αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθωμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι, καὶ εἴτε ὀρθῶς αὐτῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. εἰ δὲ μέλλοιμι παρ’ ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἶδ’ ὅτι μηδ’ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλήμοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις.
6.2 Μυρίων δὲ ὄντων παρ’ Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων, πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ’ ἡμᾶς γεγονὼς ταῖς καθ’ ἡμῶν ἐλλαμπρύνεται ψευδηγορίαις. μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ’ ἡμᾶς δοκεῖ καὶ δαίμοσι καὶ οἷς φησι θεοῖς ὡμιληκέναι, ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι.
6.3 Οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψε «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» συναγωγὴν ἐποιήσατο χρησμῶν τοῦ τε Ἀπόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων, οὓς μάλιστα ἐκλεξάμενος αὑτῷ ἡγήσατο ἱκανοὺς εἶναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων ἀρετῆς εἴς τε προτροπὴν τῆς, ἧς αὐτῷ φίλον ὀνομάζειν, θεοσοφίας.
6.4 Ἐκ δὴ τούτων τοιγαροῦν τῶν ἐγκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους, καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. Πρῶτον δὲ θεασώμεθα ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρχόμενος ἡμῖν ἀληθεύειν ἐπόμνυται λέγων οὕτως·
Chapter 7
7.1 «Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος, οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγαθοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα, ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα, τὸν δὲ νοῦν ἀκραιφνῆ τῶν ῥηθέντων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην.
7.2 Ἕξει δὲ ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσοφίαν δογμάτων ἀναγραφήν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν· ἐπ’ ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ πρὸς τὴν ὅλην κάθαρσιν τοῦ βίου. ἣν δ’ ἔχει ὠφέλειαν ἡ συναγωγὴ μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀλήθειαν ὠδίνοντες ηὔξαντό ποτε τῆς ἐκ θεῶν ἐπιφανείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν.»
Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προκαταγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως·
Chapter 8
8.1 «Σὺ δ’ εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν, μηδ’ ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας. Κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν παρ’ ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. Δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν.»
8.2 Καὶ μεθ’ ἕτερα ἐπιλέγει· «Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὑτῶν ἐθέσπισαν, ἀλλὰ δι’ αἰνιγμάτων.»
8.3 Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο, φέρε λοιπὸν διὰ τῶν ἐνθέων καὶ πυθοχρήστων λογίων σκεψώμεθα ποδαπὰς εἶναι τὰς θεολογουμένας ἀφανεῖς δυνάμεις προσήκει λογίζεσθαι· γένοιτο γὰρ ἂν καὶ ἀνδρὸς ἔλεγχος ἐκ τῶν οἰκείων λόγων τε καὶ ἐπιτηδευμάτων.
8.4 Ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν αὐτοῖς οἷς ἐπέγραψε «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζῴων θυσίας ἐργάζεσθαι παρακελευομένου, καὶ μὴ μόνοις δαίμοσι, μηδὲ μόναις ταῖς περιγείοις δυνάμεσιν, ἀλλὰ καὶ ταῖς αἰθερίοις καὶ οὐρανίοις ζῳοθυτεῖν.
8.5 Ἐν ἑτέροις δὲ ὁ αὐτὸς δαίμονας, ἀλλ’ οὐ θεοὺς εἶναι ὁμολογῶν ἅπαντας, οἷς Ἕλληνες τὰς δι’ αἱμάτων καὶ ζῴων ἀλόγων σφαγῆς ἐπετέλουν θυσίας, μὴ χρῆναι μηδ’ ὅσιον εἶναι θεοῖς ζῳοθυτεῖν φησίν.
8.6 Ἄκουε τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι’ ὧν τὰ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων χρῆναι θεραπεύειν τοὺς θεοὺς διδάσκει· ὃ καὶ παρατίθεται γράφων ὧδε·
Chapter 9
9.1 «Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας, ἅ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν ἄν, ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως·
9.2 Ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθών, μηδ’ ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναρίζων πῇ μὲν ἐπιχθονίοις, πῇ δ’ οὐρανίοις, ποτὲ δ’ αἴθρης αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο, ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασι· πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε. ζῴων δ’ ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμούς ἀείσω, δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο· τοὺς μὲν ἐπιχθονίοις, τοὺς δ’ οὐρανίοισι θεοῖσι· φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ’ ἐναλίγκια χροιῇ. τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναρίζων, νερτερίων κατάθαπτε, καὶ εἰς βόθρον αἷμα ἴαλλε, χεῦ’ δὲ μέλι Νύμφας τε Διονύσοιό τε δῶρα. ὅσσοι δ’ ἀμφὶ γέην πωτώμενοι αἰὲν ἔασι, τοῖσδε φόνου πλήσας πάντῃ πυριπληθέα βωμόν ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο ποτανοῦ, καὶ μέλι φυράσας Δηωΐῳ ἀλφίτῳ ἔνθευ, ἀτμούς τε λιβάνοιο καὶ οὐλοχύτας ἐπίβαλλε. εὖτε δὲ πὰρ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας, κὰκ κεφαλῆς θυσίαζε, καὶ εἰς βαθὺ κῦμα θαλάσσης ζῷον ὅλον προίαλλε. τελευτήσας τάδε πάντα, ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο Οὐρανιώνων. ἀστραίοις δ’ ἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι· ἄκρα Ἠφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι, ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα ἠέρα ῥευσταλέον· ἐπὶ δ’ εὐχὰς πέμπε θεοῖσιν.»
9.3 Καὶ μετ’ ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρμηνεύων ὧδε· «Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν, καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ’ ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα θύειν παρακελεύεται, περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βωμῶν, τοῖς δ’ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται, καὶ μέντοι καὶ θάπτειν τούτοις θύσαντας τὰ σώματα.
9.4 Ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγε· “Ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων, τετράποδα χθονίοις ἀρνῶν νεοπηγέα γυῖα.” Τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας καὶ τὸ αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μέν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. Φησὶ γάρ· “Τοῖς δὲ θεοῖς τὰ πετεινά, θαλασσαίοις δὲ κελαινά,”
9.5 πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινά, μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινά, οὐκοῦν τοῖς ἄλλοις λευκά. Τοῖς δ’ οὐρανίοις καὶ αἰθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· “Ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν ἄλλων μή.” Οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους οὓς ἐνταῦθα ἀστραίους.
9.6 Ἆρ’ οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυνέτῳ δῆλα; Τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. Χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ’ ἡλίου λοχεύει. Μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή. Τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον.
9.7 Τοῖς μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι· ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται· τοῖς δ’ ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσι. Τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. Καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεία πρόσφορα. Τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. Οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα, ἅπερ ἐστὶν ἄκρα, οἷς κοινωνεῖν τῆς θυσίας δεῖ. Δοτῆρες γὰρ οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.»
Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου.
Chapter 10
10.1 Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φωνὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψε «Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς»· ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ καθόλου μηδὲν μήτε θυμιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσι θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ’ αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν.
10.2 Εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπολήψεις ἀνασκευάζει, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας. Εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν, καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν, καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. Ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων· προστάττειν γὰρ ἀρτίως ἔφησε τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ καὶ τοῖς ἀερίοις οὐρανίοις τε καὶ αἰθερίοις ζῳοθυτεῖν.
10.3 Καὶ ὁ μὲν Ἀπόλλων τοιαῦτα· ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζῴων θυσίαν, δαίμοσι δὲ μόνοις· ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι, ἀλλ’ οὐ θεὸν τὸν Ἀπόλλωνα, οὐ μὴν ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι νενομισμένους θεοὺς, οἷς τὰς διὰ ζῴων θυσίας πανδημὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσι· τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς εἰρημένους ἢ δαίμονας.
10.4 Εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτούς, καὶ πῶς, εἴπερ ἀνόσιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι’ αἱμάτων θυσία, ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες; Εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ’ ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι, καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι, καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες;
10.5 Τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληφότων οἶμαι τῆς ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχωρήσεως τὸ εὔλογον ἀποδεδόσθαι. Μὴ γὰρ εἶναι ὅσιον μηδ’ εὐσεβές, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβασμίαν προσηγορίαν καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ’ ἀνθρώποις τὴν βασίλειον ἐπικειμένου ἀξίαν λῃσταῖς καὶ τοιχωρύχοις περιτιθέναι.
10.6 Ὅθεν ἡμεῖς μόνον τὸν ἐπὶ πάντων σέβειν δεδιδαγμένοι θεόν, τιμᾶν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ’ αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρόν, οὐδὲ λύθρους καὶ αἵματα, οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλικῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλημένῳ, δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι, καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανάτου φυλάττειν εὐχόμεθα.
10.7 Ἀλλὰ γὰρ τούτων ἡμῖν προδιηρθρωμένων ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις τῶν εἰρημένων χωρεῖν. Πρῶτα δὲ πάντων διελθεῖν εὔλογον δι’ ὧν ὁ προειρημένος συγγραφεὺς ἐν οἷς ἐπέγραψε «Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς» μὴ χρῆναί φησι μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ’ αὐτὸν θείαις δυνάμεσι γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλότρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν πρέπουσαν εὐσέβειαν.
Chapter 11
11.1 «Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες· οὐδὲν γὰρ ἔνυλον ὃ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρτον. Διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ’ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος· διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύομεν αὐτόν. Δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. Ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.»
Chapter 12
12.1 «Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς, ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον. Ἀπαρχὴ γὰρ ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ δι’ ὧν ἡμᾶς τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. Ὡς οὖν γεωργὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξώμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασι τὴν θεωρίαν, καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσι, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες.»
Ταῦτα μὲν οὖν οὗτος. Ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ περὶ τοῦ πρώτου καὶ μεγάλου θεοῦ ἐν τῷ Περὶ θυσιῶν ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος ὁ Τυανεὺς Ἀπολλώνιος γράφειν τοιάδε λέγεται·
Chapter 13
13.1 «Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ’ ὅντινα οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι κεχωρισμένῳ πάντων, μεθ’ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ, μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι· (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς, οὐδ’ ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν, ἢ τρέφει ζῷον, ἢ ἀὴρ, ᾧ μὴ πρόσεστί γέ τι μίασμα·) μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τῶν ἐν ἡμῖν αἰτοίη τἀγαθά· νοῦς δέ ἐστιν οὗτος, ὀργάνου μὴ δεόμενος. Οὐκοῦν κατὰ ταῦτα οὐδαμῶς τῷ μεγάλῳ καὶ ἐπὶ πάντων θεῷ θυτέον.»
Τούτων δὲ ὧδε ἐχόντων θέα δὴ λοιπὸν ὁποῖα περὶ τοῦ ζῳοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεὺς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακαλούμενος·
Chapter 14
14.1 «Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊοῦσιν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων, ἀφ’ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. Τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος, τούτων ἑκατέρων νεμεσῆσαν, ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν· καθὸ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. Οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων.»
14.2 Πάλιν δὲ ὁ αὐτὸς προστίθησι καὶ ταῦτα· «Ὧν δὴ τοῦτον ἐχόντων τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις.»
14.3 Καὶ ἐπιλέγει· «Καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρή πᾶσιν. Εἰ δέ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν εἰς χρῆσιν ὁ θεὸς δέδωκεν, ἀλλ' οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. Οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστι κατὰ τὔνομα. Οὐδεὶς δ' ἔσθ' ὃς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβῃ, κἂν φυτὰ μὴ ἐθέλοντος. Πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; Εἰ δὲ οὐδὲ καρπῶν ὁ ἁψάμενος ἀλλοτρίων ὁσίως θύει, τά γε τούτων τιμιώτερα παντελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν οὕτω γίνεται μεῖζον, ἡ ψυχὴ δὲ πολλῷ τιμιώτερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα ζῷα οὐ προσῆκεν.»
14.4 Καὶ ἐπιλέγει· «Ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις.» Καὶ πάλιν φησί· «Τὸ τοίνυν μήτ' ὅσιον μήτ' εὐδάπανον οὐ θυτέον.» Καὶ ἑξῆς φησιν·
14.5 «Ὥστε καὶ τῶν ζῴων εἰ ἀπαρκτέον, αὐτὰ θεοῖς τούτων τινὸς ἕνεκα θυτέον· καὶ γὰρ ἃ θύομεν, τούτων τινὸς ἕνεκα θύομεν. Ἆρ' οὖν τιμῆς ἡγήσαιτ' ἄν τις τυγχάνειν ἡμῶν ὁ θεός, ὅταν ἀδικοῦντες εὐθὺς διὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτ' ἂν τὸ τοιοῦτο δρᾶν; Ἐν τῷδέ γε θύειν ἀναιροῦντες τὰ μηδὲν ἀδικοῦντα τῶν ζῴων ἀδικήσειν ὁμολογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοιπῶν ζῴων οὐδέν· οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας. Ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδιδοὺς οὐκ ἐκ τοῦ κακῶς τινὰς δρᾶν ὀφείλει ταῦτα παρέχειν. Οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἀρπάσας τις στεφανοίη τινάς, ὡς χάριν ἀποδιδοὺς καὶ τιμήν.
14.6 Ἀλλ’ οὐδὲ χρείας τινὸς ἕνεκα τῶν ἀγαθῶν. Ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. Ὥστε οὐδὲ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς θεοῖς τὰ ζῷα. Καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμήχανον καὶ λαθεῖν. Εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶ τὰ ζῷα τὸ παράπαν τοῖς θεοῖς.»
14.7 Καὶ πάλιν ἐπιλέγει· «Τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκετο, ταύρων δ’ ἀκράτοισι φόνοις οὐ δεύετο βωμός, ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤια γυῖα.» Καὶ μεθ’ ἕτερα·
14.8 «Ὅταν γε νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ, καὶ, ὥς φασι, ταῖς τῶν βοῶν καὶ ἄλλων ζῴων θοίναις, πότ’ ἂν ἑκὼν σωφρονήσειε; Πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; Πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοὶ, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ δίκαιος καὶ ὅσιος ἔσεται;
14.9 Θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δὲ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ. Ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις ὑπαναστάσεσί τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δόσεσι.»
14.10 Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας καὶ τοὺς τούτων φιλοσόφους ὡμολογήθη ὅτι οὐδὲν ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα, οὐκ ἀλλότριόν τε μύσους. Οὐκ ἦν ἄρα θεὸς, οὐδέ τις ἀψευδὴς καὶ ἀγαθὸς δαίμων, ὁ τὰς δι’ αἱμάτων λοιβάς τε καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδός· οὐδ’ ἐκεῖνοι πάντες οἷς ὁ χρησμὸς θύειν ζῷα παρεκελεύσατο. Πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον, καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα, καὶ προστάξαντα μὴ μόνον τοῖς χθονίοις καὶ καταχθονίοις, ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις ζῳοθυτεῖν. Τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκοι ἂν ὑπολαμβάνειν αὐτὸς πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων·
Chapter 15
15.1 «Οἶδε δὲ ὁ τῆς εὐσεβείας φροντίζων ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσιν δὲ, ἀλλ’ ἤτοι ἀγαθοῖς, ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τῶν ἄχρι τινὸς αὐτῶν δεομένων.»
15.2 Καὶ αὖθις ἐξῆς φησιν· «Ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ’ αὐτῶν τῶν θεολόγων· καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοὶ οὐκ ἐνοχλήσουσιν ἡμῖν.»
15.3 Ταῦτα μὲν ὁ δεδηλωμένος. Ἐπεὶ δὲ τῶν δαιμόνων μόνων ἔφησε τοὺς μὲν ἀγαθοὺς, τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἱ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἀλίσκονται; Λάβοις δ’ ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε.
15.4 Τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. Εἰ δὲ φανεῖεν οἱ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοημένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος καὶ ὁ Ζεὺς, Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἱ παραπλήσιοι, αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες, καὶ ταύτῃ τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινόμενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας;
15.5 Εἰ γὰρ ἡ διὰ ζῴων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη, μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσι, καὶ διά γε ταῦτα πάντα θεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν δι’ ἀνθρωποσφαγῆς; Ἢ παντὸς αὕτη γένοιτ’ ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη; Πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν λεχθείη προσφιλής;
15.6 Φέρε οὖν ἐλέγξωμεν καὶ ἀποδείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἐκράτει. Λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἀδριανοῦ χρόνους, φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας.
15.7 Οἷς οὐχ ἡμεῖς, ἀλλ’ αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἱ φωναὶ διαρρήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύσεως ὅρων χωρεῖν, ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρωποθυσίαις ἱλεοῦσθαι νομίζειν τὰς μιαιφόνος δυνάμεις.
15.8 Καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ μήτηρ τὴν ἀγαπητὴν θυγατέρα προσέθυσεν τῷ δαίμονι, καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας, ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας, τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες, καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύμενοι τρόπον.
15.9 Εὕροις δ’ ἂν οὖν πᾶσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἱ δὲ θυγατέρας, οἱ δὲ καὶ σφᾶς αὐτοὺς τῶν δαιμόνων καθιέρουν θυσίαις. Ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσε, ταῦτα φάσκοντα πρὸς ῥῆμα·
Chapter 16
16.1
Καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα παραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Πανήμῳ ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγαγόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἀντικρὺ τοῦ Ἀριστοβούλης ἕδρους οἴνου ποτίσαντες ἔσφαττον.
16.2 ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνείᾳ ὀνομαζομένῃ, μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ, ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι· ὑφ’ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιε κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζον.
16.3 τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσε, κατὰ τοὺς Σελεύκου χρόνους τοῦ θεολόγου γενόμενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσήκατο δὲ ὁ δαίμων ἀντ’ ἀνθρώπου τὸν βοῦν.
16.4 οὕτως ἰσάξιόν ἐστι τὸ δρώμενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθῶς ἐν τῷ Περὶ ἀρχαιασμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ, καὶ ἐδοκιμάζοντο καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς· ἀνθ’ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἐπιτίθεσθαι.
16.5 ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.
16.6 Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφοραῖς ἢ πολέμων, ἢ λοιμῶν, ἢ αὐχμῶν, ἔθυον τῶν φιλτάτων τινὰ ἐπιψηφίζοντες Κρόνῳ· καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαυχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶτταν δι’ ὀκτὼ βιβλίων ἡρμήνευσεν.
16.7 Ἴστρος δὲ ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησι τοὺς Κουρῆτας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσί φησι Πάλλας, ὁ ἄριστα περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων ἐπὶ Ἀδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ’ ἔτος παρθένος, νῦν δὲ ἔλαφος.
16.8 καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν, ἣν Ἰφικράτης ἔπαυσε. καὶ Δουμαθηνοὶ δὲ τῆς Ἀραβίας κατ’ ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ.
16.9 Φύλαρχος δὲ κοινῶς πάντας τοὺς λληνας, πρὶν ἐπὶ πολεμίους ἐξιέναι, ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας, καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πραξιθέας θυγατέρα ἀνεῖλον. ἀλλ’ ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν Μεγάλην πόλιν τῇ τοῦ Λατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον;
16.10 Καὶ πάλιν φησίν·
«Ἀφ’ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Λυκαίοις, οὐδ’ ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς τοῦ νομίμου χάριν μνήμης, ἐμφύλιον ἀεὶ αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς.»
16.11 Ταῦτα μὲν οὖν ἐκ τῆς προδηλωθείσης κείσθω γραφῆς. ἐκ δὲ τοῦ πρώτου συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστορίας παραθήσομαι ταῦτα·
«Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροῖς δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσι, βασιλεύων τῆς χώρας, καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν, τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξι, κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν, βασιλικῷ κοσμήσας σχήματι τὸν υἱόν, βωμόν τε κατασκευασάμενος κατέθυσε.»
16.12 Ταῦτα μὲν οὖν τοῦτον εἶχε τὸν τρόπον. εἰκότως ἄρα ὁ θαυμάσιος Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ, αὐτὰ δὴ ταῦτα ἐπιμεμφόμενος, τοιάδε καὶ αὐτὸς τὴν πλάνην τῶν ἀνθρώπων ἀπολοφύρεται λέγων·
«Φέρ’ οὖν δὴ καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοί, καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες· νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων. ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξε, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγενές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ’ αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι. ταύτας σου τὰς θυσίας Εὐριπίδης ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δὲ ἱστορεῖ ἐν τῇ τῶν Θαυμασίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι. Λυκτίους γάρ — Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι — Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί, καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει. Φωκαεῖς δέ — οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι — τούτους Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερρεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις, ὁ Μάριος, ὡς Δωρόθεος ἐν τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες· πῶς δὲ οὐκ ἀνόσιοι ἀναλόγως οἱ δεισιδαίμονες, οἱ μὲν σωτῆρες εὐφημούμενοι, οἱ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας; καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος· οὐδ’ εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν ἐπὶ βωμοῖς, ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, ἱερὸν ἱερεῖον ἐπιφημίσας· ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία.»
16.13 «Τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκτῳ ἢ λέοντι ἐκτρεπόμεθα, ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ’ ἀνεχώρησεν, δαίμονας δ’ ὀλεθρίους καὶ ἀλιτηρίους, ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ συνιέντες οὐκ ἐντρέπεσθε, οὐδὲ ἀποστρέφεσθε;»
16.14 Τοσαῦτα καὶ ὁ Κλήμης. ἔχω δέ σοι καὶ ἄλλον παραστῆσαι μάρτυρα τῆς τῶν ἀθέων καὶ ἀπανθρώπων δαιμόνων μιαιφονίας, Διονύσιον τὸν Ἁλικαρνασσέα, ἄνδρα τῆς Ῥωμαϊκῆς ἱστορίας ἀκριβῆ τὴν γραφὴν ἅπασαν ἐκθέμενον. γράφει δ’ οὖν καὶ οὗτος τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαί ποτε ἀνθρωποθυσίας, τοὺς δ’ αἰτηθέντας καρπῶν μὲν ἀπάντων καὶ βοσκημάτων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς, ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν παντοίαις περιστῆναι συμφοραῖς. οὐδὲν δὲ οἷον καὶ τοῦ συγγραφέως ἀκοῦσαι ὧδέ πῃ διεξιόντος·
16.15 «Ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ τῶν Ἀβοριγίνων προνοίᾳ. πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτ’ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος διέμεινεν, ἀλλ’ ὠμοὶ κατέρρεον, οὔτε ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν ὡς στάχυος ἀκμὴν τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής, τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ’ ὑπελίμπανε θέρους, τὰ δ’ εἰς τέλος ἀπεσβέννυτο. ἀδελφὰ δὲ τούτοις ἐγίνετο περὶ προβάτων καὶ γυναικῶν γονάς· ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, ἢ κατὰ τοὺς τόκους διεφθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον ἀνάπηρον, ἢ ἀτελές, ἢ διὰ ἄλλην τινὰ τύχην βλαφθέν, τρέφεσθαι χρηστὸν οὐκ ἦν· ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. μαντευομένοις δὲ αὐτοῖς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσι καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ ηὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. οἱ γὰρ Πελασγοί, ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων, ηὔξαντο τῷ Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. ταῦτα δὲ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δ’ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ.»
16.16 «Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν· χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δ’ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτω ποιεῖν.»
16.17 «ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως· καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν, ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος δι’ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντο δὲ οὐδενὶ κόσμῳ αἱ ἐπαναστάσεις, ἀλλ’, ὥσπερ εἰκός, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν. πρῶτον μὲν δὴ οὗτοι μεταστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἐπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη.»
16.18 Καὶ μετὰ βραχέα φησίν· «Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιούς, ὥσπερ ἐν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται, καὶ ἐν ἄλλοις τισὶ τῶν προσεσπερίων ἐθνῶν ἀνδροφονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις δέους ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τιβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα, κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον, ἐμβάλλειν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἀπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων. τοῦτο δὲ καὶ μέχρις ἐμοῦ διετέλουν Ῥωμαῖοι δρῶντες ἔτι μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας, ἐν μηνὶ Μαΐῳ ταῖς καλουμέναις εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύσαντες ἱερεῖα τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι, στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις, εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες.»
16.19 Τοσαῦτα μὲν δὴ ταῦτα. καὶ ὁ Διόδωρος δὲ τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς Ἱστορικῆς Βιβλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτήν, ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ Καρχηδονίων ὑπὸ Ἀγαθοκλέους τοῦ Σικελίας τυράννου πολιορκουμένων, ταῦτα πρὸς λέξιν γράφων·
«Ἠιτιῶντο δὲ καὶ τὸν Κρόνον αὐτοῖς ἐναντιοῦσθαι, καθ’ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους, ὕστερον ὠνούμενοι λάθρα παῖδας, καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν, καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονότες. τούτων δὲ λαβόντες ἔννοιαν, καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας, ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ, ἄλλοι δ’ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. ἦν δὲ παρ’ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν συντιθέντα τῶν παίδων ἀποκωλύεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός.»
16.20 Τοιαῦτα δὴ καὶ οὗτος διὰ τῆς οἰκείας ἱστορίας παρέδωκεν. εἰκότως ἄρα καὶ ἡ παρ’ Ἑβραίοις γραφὴ καταμέμφεται τοῖς τὰ τοιαῦτα ζηλώσασι τῶν ἐκ περιτομῆς, φάσκουσα·
«καὶ ἔθυον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν.»
ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀπεληλέγχθαι σαφῶς δαιμονικήν τινα γεγονέναι τὴν παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ πᾶσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν καὶ δαιμόνων οὐκ ἀγαθῶν, ἀλλὰ πάντων μοχθηροτάτων καὶ φαύλων· ὡς ἐπαληθεύειν τὸ φάσκον ἐν προφητείαις λόγιον·
«πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια·»
τό τε ἀποστολικόν, δι’ οὗ φησιν ὅτι·
«ἃ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν.»
16.21 ἢ εἴ τί γε ἦν ἀγαθὸν ἐν αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν προσηγορίας, εὐεργετικὸν ἂν ἦν καὶ πάντων σωτήριον, φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν. τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρε σφαγαῖς; πῶς δὲ οὐκ ἀπεῖργε διὰ χρησμῶν τὸ ἀνθρώπειον γένος τοιαῦτα πράττειν; ἦ που χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵ γε νόμων τιμωρίαις ἐξάντεις τοὺς μιαιφόνους κατέστησαν. οὐ γὰρ θεός τις ἦν, ἀλλ’ ἄνθρωπος, ὁ τῆς ἀνθρωποθυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον.
16.22 Ὅτι δὲ φαύλων ἦν καὶ πονηρῶν ταῦτα δαιμόνων εἴη ἄν σοι ἔτι μᾶλλον συμφανές, εἰ λογίσαιο τὰ τῆς ἐπιρρήτου καὶ ἀκολάστου πορνείας αὐτῶν τῆς ἐν Ἡλίου πόλει τῆς Φοινίκης εἰσέτι νῦν ἐπιτελούμενα καὶ παρὰ πλείστοις ἄλλοις ἀνθρώπων. μοιχείας γοῦν καὶ φθορὰς καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φασιν ἐκτελεῖν, καὶ τῆς μοιχιδίου καὶ πορνικῆς πράξεως τοῖς θεοῖς ἀπάρχεσθαι, τῆς ἀκλεοῦς ταύτης καὶ ἀσέμνου ἐμπορίας, ὥσπερ τι χαριστήριον ἀγαθόν, τοὺς καρποὺς αὐτοῖς ἀνατιθέντας. ὅμοια γὰρ ταῦτα ταῖς ἀνθρωποθυσίαις.
16.23 εἰ δὴ οὖν οὐδὲ σώφρονος ἀνδρὸς οἰκεῖον τὸ χαίρειν φόνοις αἰσχρορρημοσύναις τε καὶ παρανόμοις γυναικῶν μίξεσιν, ἐπὶ μισθῷ τὴν ὥραν ἀπεμπολούσαις, πολλοῦ δεῖ φάναι θεῶν ἢ δαιμόνων εἶναι ἀγαθῶν τὸ ἀποδέχεσθαι τὰ τοιαῦτα. εἰ δὲ δὴ λέγοι τις φαύλων μὲν ὁμολογουμένως εἶναι ταῦτα δαιμόνων, πλὴν ἀλλ’ ἑτέρους εἶναι τοὺς ἀγαθούς, οὓς δὴ μάλιστα σέβειν αὐτοὺς οἷα σωτῆρας, πευστέον ποῦ ἄρα ἦσαν αὐτοῖς οἱ ἀγαθοὶ σωτῆρες, εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν, ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν καὶ τοῖς θεραπεύουσι συμμαχεῖν; τί δὲ καὶ περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς ἀνθρώπων γένος τῇ τῶν φαύλων δαιμόνων ὠμότητι κατατρυχόμενον, οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσι προεκήρυττον ἀμεταστρεπτὶ φεύγειν καὶ ἀποτρέπεσθαι πάντα θεὸν ὀνομαζόμενον ὡς οὐ θεόν, ἀλλὰ φαῦλον δαίμονα, ᾧ τὰ ὠμὰ καὶ ἀπάνθρωπα καὶ παράνομα καὶ αἰσχρὰ φίλα τυγχάνει;
16.24 καὶ εἴτε τις ἦν πάλαι πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρωποθυσίαις, τοῦτον ὁ ἀληθὴς θεός, εἴ τις ἦν ἄρα τὴν πρᾶξιν ἐπισχών, οὐ θεόν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα τοῖς πᾶσι προεκήρυξεν, εἴτε ἐν Σαλαμῖνι τῇ πρότερον Κορωνείᾳ ὀνομαζομένῃ, ἐν ᾗ ἐν μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος, καὶ τοῦτον ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἂν ἀλιτήριον εἶναι δαίμονα, παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον;
16.25 εἰ δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις ἔλυσε, πολὺ κρείττονα τοῦ θεοῦ τὸν ἄνθρωπον ὁ ἀληθὴς θεὸς ἐδίδαξεν ἂν γεγονέναι· οὐ γὰρ θεός, δαίμων δὲ πάλιν κἀκεῖνος ἦν ὁ κατάρχων τῆς ἀνθρωποκτονίας. οὐκ ἂν δὲ ὁ ἀληθὴς θεὸς καὶ τὸν τῆς Ἥρας δαίμονα οὐχὶ μιαρὸν ἡγεῖσθαι δεῖν ἐνομοθέτησεν, ᾧ τῆς ἡμέρας ἑκάστης τρεῖς ἀνθρώπους θύεσθαι παρέστησεν ἡ ἱστορία;
16.26 τί δ’ ἂν γένοιτο δαιμονικώτερον ἀληθῶς τοῦ καλουμένου Ὠμαδίου Διονύσου, ᾧ φασιν ἐν Χίῳ ἄνθρωπον μελιστὶ διασπῶντας θύειν, ἢ τοῦ ἐν Τενέδῳ ὡσαύτως, ὃν καὶ αὐτὸν διὰ τῆς ἀνθρωποθυσίας ἱλάσκοντο; ἀπηγόρευσε δ’ ἂν ὁ ἀληθὴς θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησε δ’ ἂν μήτε τῶν οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατασφάττειν αὐτῷ.
16.27 εἰ δὲ καὶ τῇ Ἀθηνᾷ κατ’ ἔτος παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν, καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ’ ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν καὶ ὑπὸ βωμὸν ἔθαπτον.
Chapter 17
17.1 Τούτους ἅπαντας, καὶ τούς γε αἰσχρορρημονοσύναις καὶ γυναικῶν παρανόμοις διαφθοραῖς τῇ τε ἄλλῃ τῇ προκατειλεγμένῃ μανίᾳ χαίροντας, προεφώνησεν ἂν ὁ ἀληθὴς καὶ ἀγαθὸς εἴτε θεὸς εἴτε καὶ δαίμων μηδαμῶς ἡγεῖσθαι θεούς.
τοῦτο δὲ οὐδεὶς τῶν πώποτε ἢ μόνος ὁ παρ’ Ἑβραίοις τιμώμενος, ὡς ἂν μόνος καὶ ἀληθὴς θεός, πεποιηκὼς μνημονεύεται.
17.2 μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου Μωυσέως προεκήρυξε τοῖς πᾶσι μὴ σέβειν ὡς ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι καὶ ἀπελαύνειν, ὡς ἂν πονηρὰ τυγχάνοντας πνεύματα·
καὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας, καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην, καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν.
οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους.
17.3 εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἕλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν·
μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικήν, τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας, ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι·
ὡς καὶ τοὺς Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην πόλιν, εἰ δὴ καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου Διὸς ἑορτὰς ἀνθρώπους ἔσφαζον.
17.4 ἀλλὰ γὰρ συναγαγὼν ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεοποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαιμονίοις ἀνακειμένην.
εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ταῖς ἄλλαις νήσοις, ἔν τε Ἠλίου πόλει τῇ κατ’ Αἴγυπτον, ἔν τε Χίῳ καὶ Τενέδῳ καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ, Φοινίκῃ τε καὶ Λιβύῃ καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀραβίᾳ, καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τούτων τοῖς κορυφαιατάτοις Ἀθηναίοις, κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα, καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα·
πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσι δεδουλῶσθαι, οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων γενέσθαι τῷ βίῳ κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι διδασκαλίαν;
ὅτι δὴ μέχρι τῶν Ἀδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ’ ἐξ ἐκείνου παρέστησεν ὁ τῆς ἱστορίας λόγος.
οὗτος δὲ μάλιστα ἦν ὁ χρόνος, καθ’ ὃν ἡ σωτήριος εἰς πάντας ἀνθρώπους ἤκμαζε διδασκαλία.
17.5 καὶ μὴν οὐδὲ δυνατὸν αὐτοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν [ἔθυον]·
αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀνθρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι.
θύεσθαι γὰρ ἔφησε τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ Διονύσῳ, καὶ αὐτῷ τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι·
τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγίστους θεοὺς ἀγαθοὺς καὶ σωτῆρας ἀναγορεύουσιν.
17.6 αὐτοὶ δ’ ἄρα εἶεν ἂν οἱ πονηροὶ δαίμονες.
εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν πονηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαίρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν καὶ περιορᾶν ἑτέροις γιγνόμενα;
17.7 τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα;
τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύειν καὶ κολακεύειν τοὺς φαύλους;
τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι, δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν;
17.8 ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι ἂν τὸν αὑτοῦ παῖδα, οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται, οὐδέ γε πολέμου στρατηγός, τοὺς οἰκείους παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει, οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις·
θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ ἀνθρώπων γένος;
17.9 καὶ οἱ τρισμύριοι φύλακες μερόπων ἀνθρώπων, οἱ δὴ ποιμένες καὶ σωτῆρες, βασιλεῖς τε καὶ πατέρες καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέρειν τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων, καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώξουσι, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένων ἐπιθαρσοῦντα, καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον, σμικρὰ μᾶλλον δὲ τὸ μηδὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας;
17.10 ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ’ ἔμπαλιν τοῖς πονηροῖς αὐτοί, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυσίας, χαίροντές τε αἰσχρορρημοσύναις ἀπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασί, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης·
καὶ ἔτι μᾶλλον εἰπεῖν ὡς οὐδὲ ὅλως θεός τις ἦν, οὐδέ τις ἀγαθὸς δαίμων, ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πόλεις τε καὶ χώρας προσκυνούμενος.
17.11 πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἂν γενέσθαι;
πόσῳ δὲ κρείττων ὁ παρ’ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαίμοσι χρῆναι θύειν παρακελευόμενος;
λέγει δ’ οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεύς, ἐν οἷς ἔφησε μὴ δεῖν ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσι θυτέον, τοῦτον τὸν τρόπον·
Chapter 18
18.1 «Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται, διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμᾶς· ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δὲ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον.»
Τούτοις ἑξῆς ἐπάγει λέγων·
Chapter 19
19.1 «Ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ’ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ’ αὐτὸν ὁμοιοῦσθαι (ὃ γίνεται δι’ ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως καὶ πρὸς αὐτὰ καὶ κατ’ αὐτὰ ζωῆς), πονηροῖς δὲ ἀνθρώποις καὶ δαίμοσι καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι.
19.2 Ὃν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον, ἀφεστάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι, μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὔτε γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ· οὐκ εἰς ἐμπορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλλης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδείς, οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι’ ἑαυτοῦ, ὡς λέγομεν, προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας.»
19.3 Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς ἐρωτήσεις, τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. ταῦτα γὰρ πάντα δοξοκοπίας ὀνομάσας ὡς ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργούμενα ἀποβάλλει.
19.4 τὸν γοῦν περὶ φαύλων δαιμόνων διεξιὼν λόγον, καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι, μηδ’ ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν θυσιῶν τοὺς τοιούτους, ἑξῆς ἐπισυνάπτει λέγων τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι, μηδὲ σπλάγχνων ζῴων, καὶ τῶν παραπλησίων, ὡς ἂν τῆς δαιμονικῆς ὄντων κακοτεχνίας.
19.5 εἰ δὴ οὖν κατὰ ταῦτα εὐλαβητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαίμονας—αὗται δ’ ἦσαν αἱ δι’ αἱμάτων ἐκχύσεως καὶ δι’ ἀλόγων ζῴων σφαγῆς—οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζῳοθυτούντων τοῖς δαίμοσι, καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων.
19.6 ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων.
19.7 ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται, διὰ τὸ αὐτοῖς ἀνόμοιον·
19.8 ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων (πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον, καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ), προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ· κακῷ δὲ τὸ ὅμοιὸν φίλον. τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ὧδε ἱστορῶν πρὸς λέξιν·
Chapter 20
20.1 «Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου, ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτον πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. λέγει δὲ οὕτως· Λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ, πρῶτα χοάς, μετέπειτα πυρήν, ἠδ’ αἷμα κελαινὸν οἴνου παμμέλανός τε καὶ ὀίων λευκὰ ῥέεθρα. καὶ σαφέστερον εἶπε περὶ τῶν αὐτῶν· Οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος, καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλόντων· σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε. μετὰ ποίας δὲ εὐχῆς, ἐρωτηθεὶς ἤρξατο μέν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπών· Δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχώς, ἠερίων ὑπένερθε μυχῶν, χθονίων τ’ ἐφύπερθεν—»
20.2 Ταῦτα μὲν ὁ θαυμάσιος θεός, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον· τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχήν, ἀλλὰ μὴ θυσίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας, παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη ὁ εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν, ὁ τοῖς πονηροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποδαπὸς νομισθείη, σοὶ καταλείπω σκοπεῖν.
20.3 ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τούτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοις. εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον, ὀρθότατα δ’ ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ.
Chapter 21
21.1 Εἰ δ’ ἐμφρόνως οἱ καθ’ ἡμὰς τῆς ἀπηνοῦς καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο, τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφὸς, τοὺς πονηροὺς δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. ἀλλὰ γὰρ καὶ τυφλῷ, φασὶ, δῆλον ὡς οὔτε θεοὶ ἂν εἶεν οὔτε δαίμονες ἀγαθοὶ οἱ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων θεολογούμενοι, πορρωτάτω δὲ τοὐ ἀγαθοῦ ἐξῳκισμένοι.
21.2 διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ ἀσεβεῖς λεχθεῖεν ἂν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν ἐξ αἰῶνος· οὐδεὶς ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν ἀνθρώποις τὴν φυγὴν προεξένησεν, εὐαγγελιζόμενος ὁμοῦ πάντας Ἕλληνάς τε καὶ βαρβάρους θεραπείαν τῆς πατρικῆς νόσου, καὶ τῆς πικρὰς καὶ παλαιτάτης δουλείας ἐλευθερίαν· ἐφ’ ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ λόγος, μεγάλῃ τῇ φωνῇ τοῖς πᾶσιν εἰς ἐξάχουστον βοῶν «πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν. καὶ πάλιν ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.»
21.3 ταῦτα γὰρ ἄνωθεν ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ’ Ἑβραίοις ἐθέσπιζε λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου λόγου καταυγασθέντες, σώφρονές τε καὶ εὐλαβεῖς βεῖς καὶ συνετοὶ γενόμενοι, καὶ πάντων ἐλεύθεροι κακῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ, σωτῆρί τε καὶ εὐεργέτῃ, καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν ἡγησόμεθα, καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες, τες, οὐχ ᾗ τοῖς δαίμοσι φίλον, ἀλλ’ ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ἀνθρώπων σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται.
21.4 ταύτῇ δὲ θεοσεβοῦντες διώξομεν καὶ ἀπελάσομεν ἑαυτῶν, πολλοῦ δεῖ φοβηθησόμεθα, τοὺς πονηροὺς δαίμονς μόνας δι’ ἁγνείας καὶ καθαροῦ τρόπου βίου τε σώφρονος καὶ παναρέτου, τοῦ δὴ πρὸς τοῦ σωτῆρος ἡμῶν διωρισμένου . καθαρᾷ γὰρ μὴ δύνασθαι ψυχῇ πλησιάζειν διὰ τὸ ἀνόμοιον ὡμολόγηται ἀλλ’ οὐδὲ μαντείας καὶ χρησμῶν δεησόμεθα, οὐδὲ σπλάγχνα ζῴων διερευνήσομεν, οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως νήσεως ἐνεργουμένων πολυπραγμονήσομεν.
21.5 ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο, μόνων δὲ ἐκείνων ἐφίεσθαι προύτρεψε, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφὲς, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος, ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἴων τε αὐτὸν δι’ ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. περὶ ὧν φησί που έν τοῖς ἱεροῖς γράμμασιν «ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.»
21.6 Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. ἄκουε δ’ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ τῆς Περὶ τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐκτυπουμένοις, καὶ παντοίας μορφὰς χαρακτηρίζονιας, λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. ἀγαθῶν γὰρ, φησὶν, ὑποδυόμενοι πρόσωπα καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπιφημίζεσθαι βούλονται. τοσοῦτόν τέ φησιν αὐτοὺς ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητὰς καὶ φιλοσόφους, οὓς καὶ ὁμολογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι τε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη, καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι’ αὐτῶν προξενεῖται· ὅπως τε θεοὶ εἶναι βούλονται, δαίμονες ὄντες φαῦλοι· καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι ὁ μέγιστος. ταῦτα δὲ ὁ Πορφύριος πάντα τοῦτον ἱστορεῖ τον τρόπον
Chapter 22
22.1 «Ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύματος οὐ κρατοῦσιν, ἀλλ’ ὡς τὸ πολὺ καὶ κρατοῦνται, διὰ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν· αὗται δὲ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ δ’ ἂν εἰκότως λέγοιντο.
22.2 καί εἰσιν οἱ σύμπαντες οὗτοί τε καὶ οἱ τῆς ἐναντίας δυνάμεως, ἀόρατοί τε καὶ τελείως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις· οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται, οὐδὲ μορφὴν πάντες μίαν, ἀλλ’ ἐν σχήμασι πλείοσιν· ἐκτυπούμεναι δὲ καὶ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν αἱ μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσιν· ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους.
22.3 τὸ δὲ πνεῦμα, ᾗ μέν ἐστι σωματικόν, παθητικόν ἐστι καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι ὥστε τὸ εἶδος αὐτῶν διαμένειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον· καὶ γὰρ ἀπορρεῖν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι.
22.4 ἐν συμμετρίᾳ μὲν οὖν τὰ τῶν ἀγαθῶν, ὡς καὶ τὰ σώματα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περίγειον τόπον οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσι δρᾶν· βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος, ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφοδρὰς καὶ αἰφνιδίους, οἷον ἐνέδρας, ὡς τὸ πολὺ ποιοῦνται τὰς ἐμπτώσεις, πῇ μὲν λανθάνειν πειρώμενοι, πῇ δὲ βιαζόμενοι.»
22.5 Καὶ ἑξῆς ἐπιλέγει· «Ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσι μεταστῆσαι ἡμᾶς ἐθέλοντες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφ’ ἑαυτοὺς ἐπιστρέψαι· πᾶσι γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γιγνομένοις αὐτοὶ χαίρουσι, καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσι καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν, κενοδοξίας τε αὖ, ἐξ ὧν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενῆ τούτων.
22.6 τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε, καὶ τὰ ὅμοια ἀναπείθουσι καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλήμασιν ὑπάγειν· ᾧ δὴ καὶ τεταράχθαι φασὶ πάντ’ ἄνω κάτω. πεπόνθασι δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι.
22.7 ἡ δ’ αἰτία δι’ ἀλλήλων γέγονεν. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς καινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσι συνέβησαν· καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα ταῖς αὐτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα.
22.8 τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσε τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ, κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ, δέον ἐμπέδως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτέ, οὔτε τὸ κακὸν ὠφελεῖ. οὐ γὰρ θερμότητος, ὥς φησι Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου, οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ τοῦ ἐναντίου, οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν.
22.9 δικαιότατον δὲ δήπου φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ’ ἂν ἦν θεῖον· οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ’ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο.»
22.10 Καὶ αὖθις· «Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐπιτελεῖται· τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν διαπραττόμενοι.
22.11 πλήρεις γάρ εἰσι πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες· πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη.
22.12 τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες λοιβῇ τε κνίσῃ τε, δι’ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται· ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσι, ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν θυσίαις.»
22.13 Διὰ δὴ τούτων ἀκηκόαμεν ὁμολογούντων ὅτι μὴ μόνον οἱ παρ’ Ἕλλησι ποιηταὶ προσεξέκαυσαν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τὰς περὶ τῶν φαύλων δαιμόνων ὡς περὶ θεῶν καὶ ἀγαθῶν, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφία διατριβόντων οἱ περὶ θεοὺς δοκοῦντες σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεούς, ἀλλὰ πονηροὺς δαίμονας περιέποντες τὰ πλήθη καὶ τοὺς δήμους εἰς τὴν ὁμοίαν πλάνην ἐξετραχήλισαν.
22.14 ὡμολόγησε γοῦν σαφῶς ὁ λόγος ὡς ἄρα παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα περὶ θεῶν τὰ πλήθη σύμφωνα ταῖς αὐτῶν δόξαις ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον ὡς περὶ θεῶν περὶ τῶν μοχθηρῶν δαιμόνων. καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγορεῖται, ἀλλ’ ὑπ’ αὐτῶν τῶν ἀκριβέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων.
22.15 ὁ γέ τοι αὐτὸς συγγραφεὺς οὐ παρέργως ὁμιλήσας τῇ τοὺς πολλοὺς λανθανούσῃ δεισιδαιμονίᾳ φησὶ τοὺς πονηροὺς δαίμονας βούλεσθαι εἶναι θεοὺς καὶ ἀγαθῶν δόξαν ἔχειν παρὰ ἀνθρώποις· τίς τε προεστῶσα αὐτῶν δύναμις τυγχάνει ὁ αὐτὸς πάλιν διασαφήσει, τοὺς ἄρχοντας τῶν πονηρῶν δαιμόνων λέγων εἶναι τὸν Σάραπιν καὶ τὴν Ἑκάτην· ἡ δὲ θεία γραφὴ τὸν Βελζεβούλ. ἄκουε δ’ ὅπως καὶ περὶ τούτου γε γράφει ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας.
Chapter 23
23.1 «Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῇ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν, οὐδ’ ἐκ τῶν συμβόλων μόνων ἀναπεισθέντες, ἀλλ’ ὅτι τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. αὐτὸς δέ ἐστι τῷ Πλούτωνι ὁ θεός, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων, καὶ σύμβολα διδοὺς πρὸς τὴν τούτων ἔλασιν.
23.2 οὗτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῴοις ὁμοιούμενοι προσίασι τοῖς ἀνθρώποις· ὅθεν καὶ παρ’ Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται, καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους, διὰ τοῦ δοῦναι πνεῦμα, ἢ αἷμα ζῴων, καὶ διὰ τῆς τοῦ ἀέρος πληγῆς, ἵνα τούτων ἀπελθόντων παρουσία τοῦ θεοῦ γένηται. καὶ οἶκος δὲ πᾶς μεστὸς αὐτῶν, καὶ διὰ τοῦτο προκαθαίρουσι καὶ ἐκβάλλουσι τούτους, ὅταν θεὸν κατακαλῶσι.
23.3 καὶ τὰ σώματα τοίνυν μεστὰ ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσι. σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προσφαίνουσι τῷ σώματι, καὶ διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προηγουμένως, ἀλλ’ ἵν’ οὗτοι ἀποστῶσι. μάλιστα δὲ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις, καὶ ἀπολαύουσι τούτων εἰσδύνοντες τοῖς χρωμένοις.
23.4 ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας· οἳ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπίπτειν διὰ τῆς συναπολαύσεως τῆς μετ’ αὐτῶν γιγνομένης.
23.5 ὅπου γὰρ πνεύματος πλείονος ὁλκὴ ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπληρωμένης, ἢ τῆς προθυμίας δι’ ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτὴν συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα.»
23.6 Ταῦτα μὲν οὖν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν Ἑκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως·
«Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. ἄρχει δ’ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον.»
Καὶ πάλιν φησίν·
23.7 «Ἕν ἔτι χρηστήριον παραθεὶς, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον·
‘Ἥδ’ ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος, ταυρῶπις, τρικάρηνος, ἀπηνής, χρυσοβέλεμνος, Φοίβη ἀπειρολεχής, φαεσίμβροτος Εἰλήθυια, τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα· αἰθέρα μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις, ἠέρα δ’ ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι· γαῖα δ’ ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει.’»
23.8 Οἷς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς τίνες οἱ σκύλακες, ὅτι οἱ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς, ἀλλ’ οὐδὲν ἀγαθὸν ἐπαγομένους, τοὺς παρὰ τοῖς πολλοῖς θεολογουμένους, φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν.


