topBook 15 previous chapterprev next chapternext
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ
Fifteenth Book
Chapter 1

1.1 Τὴν πολύθεον τῶν ἐθνῶν ἀπάντων πλάνην ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπελέγξαι πρὸ πολλοῦ θέμενος ἐπὶ συστάσει καὶ ἀπολογίᾳ τῆς ἐξ αὐτῶν ἀναχωρήσεως, ἣν μετ’ εὐλόγου πεποιήμεθα, οὐ μόνον τοὺς μύθους, οὓς δὴ περὶ τῶν οἰκείων θεῶν παῖδες τῶν παρ’ αὐτοῖς θεολόγων τε καὶ ποιητῶν κεκωμῳδήκασιν, ἀλλὰ καὶ τούτων τὰς σεμνοπρεπεῖς δὴ καὶ ἀπορρήτους φυσιολογίας, ἄνω που εἰς οὐρανὸν καὶ τὰ τοῦ κόσμου μέρη πρὸς τῆς γενναίας φιλοσοφίας μετενηνεγμένας, πρώτιστα πάντων ἐν τρισὶ τοῖς πρώτοις συγγράμμασι διηρευνησάμην, καίτοι μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.

1.2 τηρητέον γοῦν ὡς ὅτι μάλιστα οἱ πρεσβύτατοι τῶν παρ’ αὐτοῖς θεολόγων οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν· ὅθεν εἰκότως ἐν πάσαις πόλεσί τε καὶ κώμαις κατὰ τὰς τῶν παλαιῶν διηγήσεις θεῶν τελεταὶ καὶ μυστήρια σύμφωνα τοῖς τῶν προτέρων μυθικοῖς διηγήμασι παραδέδοται, ὡς εἰσέτι καὶ νῦν τῶν θεῶν γάμους καὶ παιδοποιίας, θρήνους τε καὶ μέθας, καὶ τῶν μὲν πλάνας, τῶν δ’ ἔρωτας, τῶν δὲ ὀργάς, τῶν δὲ ἑτέρας παντοίας συμφοράς τε καὶ περιστάσεις, ἀκολούθως τοῖς ὑπὸ τῶν παλαιτάτων μνημονευομένοις, κατά τε τὰς τελετάς, ἔν τε τοῖς ὕμνοις, καὶ ταῖς εἰς τοὺς θεοὺς αὐτοὺς πεποιημέναις ᾠδαῖς παραλαμβάνειν.

1.3 πλὴν ὅμως ἐκ περιουσίας καὶ τούτων αὐτῶν τὰς τετραγῳδημένας ἐν φυσικαῖς ἀποδόσεσι κομπείας τάς τε τῶν σοφιστῶν καὶ φιλοσόφων εὑρεσιλογίας εἰς φανερὸν ἤγαγον· οὐ μὴν ἀλλὰ καὶ τὸν περὶ τῶν βοωμένων χρηστηρίων λόγον, τήν τε παρὰ τοῖς πολλοῖς διατεθρυλημένην περὶ εἱμαρμένης ψευδῆ δόξαν ἐν ἑτέροις τρισὶ τοῖς ἐξῆς μετὰ τὰ πρῶτα συγγράμμασι λευκοῖς τοῖς ἐλέγχοις ἀπεγύμνωσα, οὐ μόνοις τοῖς οἴκοθεν ἐπιχειρήμασιν, ἀλλὰ καὶ ταῖς αὐτῶν μάλιστα τῶν παρ’ Ἕλλησι φιλοσόφων φωναῖς εἰς τὸν κατ’ αὐτῶν ἔλεγχον συγκεχρημένος.

1.4 μεταβὰς δὲ ἐκεῖθεν ἐπὶ τὰ Ἑβραίων λόγια, τίσι ποτὲ λογισμοῖς τὴν ἐν τούτοις περιεχομένην δογματικὴν θεολογίαν, τήν τε κατὰ τούσδε ἱστορίαν ἅπασαν, καὶ πρὸς αὐτῶν Ἑλλήνων μεμαρτυρημένην, ἐν ἰσαρίθμοις αὖ πάλιν λόγων συντάξεσι παρεστησάμην.

1.5 εἶθ’ ἑξῆς τὸν Ἑλληνικὸν ἀπελέγξας τρόπον, ὅπως τε πάντα παρὰ βαρβάρων ὠφέληντο, καὶ ὡς οὐδὲν οἴκοθεν σεμνὸν ἐπάγονται μάθημα, καὶ τήν γε τῶν χρόνων ἀντιπαράθεσιν, καθ’ οὓς Ἑλλήνων τε οἱ βοώμενοι Ἑβραίων τε οἱ προφῆται γεγόνασιν, εἰς φῶς ἀγαγών· αὖθις διὰ τῶν μετὰ ταῦτα τριῶν τὴν τῶν παρ’ Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρτυρας ποιησάμενος.

1.6 οὐ μὴν ἀλλὰ καὶ τοὺς ἑτεροδοξοῦντας ἡμῖν τῶν παρ’ Ἕλλησι φιλοσόφων οὐ πρὸς ἡμᾶς μόνους, ἀλλὰ καὶ πρὸς τοὺς σφῶν οἰκείους διεστῶτας ὑπό τε τῶν γνωρίμων ἀνατετραμμένους ἐν τῷ πρὸ τούτου συγγράμματι κατεφώρασα· διὰ τούτων ἁπάντων τῆς ἡμετέρας γνώμης τὸ κριτήριον ἀδέκαστον ἐπιδεικνὺς τοῖς ἐντυγχάνουσιν, ἔργοις τε, ὡς ἔπος εἰπεῖν, καὶ αὐτοῖς πράγμασι τὰς ἀποδείξεις τοῦ μὴ ἀσκόπως ἡμᾶς, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ πρὸ τῆς Ἑλλήνων τὴν Ἑβραίων ὁμοῦ παλαιὰν καὶ ἀληθῆ φιλοσοφίαν τε καὶ εὐσέβειαν ἐπανῃρῆσθαι παρασχόμενος· ὃ καὶ συνέστη διὰ τῆς τῶν Ἑλληνικῶν φωνῶν παραθέσεως.

1.7 ἧς εἰσέτι δεῦρο τὸν ὕστατον ἐπέχοντες λόγον, πεντεκαιδίκατον ὄντα τῆς ἐν χερσὶ πραγματείας, τὸ λεῖπον τοῖς διεξωδευμένοις ἀποδώσομεν, τὰ σεμνὰ τῆς γενναίας τῶν Ἑλλήνων φιλοσοφίας ἔτι καὶ νῦν εἰς φῶς ἕλκοντες, πρὸ ὀφθαλμῶν τε τοῖς πᾶσιν τὴν ἐν αὐτοῖς ἀχρηστομάθειαν ἀπογυμνοῦντες, καὶ πάντων γε πρότερον παριστῶντες ὅτι μὴ ἀγνοίᾳ τῶν παρ’ αὐτοῖς θαυμαζομένων, ὀλιγωρίᾳ δὲ τῆς ἐν αὐτοῖς ἀνωφελοῦς σχολῆς, ἥκιστα αὐτῶν πεφροντίκαμεν, τῇ τῶν κρειττόνων ἀσκήσει τὰς ἑαυτῶν ἀναθέντες ψυχάς.

1.8 τούτου δὴ οὖν σὺν θεῷ διὰ τῆς ἀληθείας ἡμῖν ἐπισφραγισθέντος, τὰ μὲν τῆς Προπαρασκευῆς ἐνταῦθά μοι περιγραφήσεται· μεταβὰς δὲ ἐπὶ τὴν ἐντελεστέραν ὑπόθεσιν τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ἀπὸ τοῦ λείποντος τῆς καθ’ ἡμῶν κατηγορίας σκέμματος τὴν καταρχὴν τῆς δευτέρας ἐπισυνάψω πραγματείας.

1.9 ἦν δὲ τοῦτο ἐπιμεμφόμενον ἡμῖν, ὅτι δὴ τὰ Ἑβραίων λόγια τῶν πατρίων προτιμήσαντες οὐ τὸν ὅμοιον τῷ Ἰουδαίων βίον ζηλοῦντες προειλόμεθα· πρὸς ὃ μετὰ τὴν τοῦ παρόντος λόγου συμπλήρωσιν, θεοῦ συνεργοῦντος, ἀπαντῆσαι πειράσομαι. ταύτῃ γὰρ ἡγοῦμαι τοῖς πρώτοις τὰ δεύτερα ὥσπερ ὑφ’ ἑνὶ δεσμῷ συμπλακέντα μίαν τὴν καθόλου διάνοιαν τοῦ παντὸς ἀποτελέσειν λόγου.

1.10 τό γε μὴν παρόν, ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἡ κατὰ Πλάτωνα φιλοσοφία τοτὲ μὲν τοῖς Ἑβραίων συμφωνοῦσα λόγοις, τοτὲ δὲ πρὸς αὐτοὺς διεστῶσα, ἐν οἷς ἐλήλεγκται καὶ πρὸς ἑαυτὴν διαφωνοῦσα· τὰ δὲ κατὰ τοὺς ἄλλους τοὺς δὴ φυσικοὺς ἐπικληθέντας φιλοσόφους, τά τε τῆς Πλάτωνος διαδοχῆς καὶ τὰ κατὰ Ξενοφάνην τε καὶ Παρμενίδην καὶ ἔτι Πύρρωνα καὶ τοὺς τὴν ἐποχὴν εἰσηγουμένους τούς τε ἄλλους ἐξῆς ἅπαντας, ὧν τὰς δόξας ὁ προλαβὼν ἀπήλεγξε λόγος, τοῖς Ἑβραίων ὁμοῦ καὶ τοῖς Πλάτωνος δόγμασιν αὐτῇ τε ἀληθείᾳ ἐξ ἐναντίας ἱστάμενα, οὐ μὴν ἀλλὰ καὶ τὸν ἔλεγχον τοῖς σφῶν αὐτῶν βέλεσιν ἀπενηνεγμένα·

1.11 ὥρα καὶ τὸν ἄλλον τῦφον τῶν ἀπὸ Ἀριστοτέλους τῶν τε Στωϊκῶν φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι, καὶ τὴν λοιπὴν δὲ πᾶσαν φυσιολογίαν τῶν τὰς ὀφρῦς ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ τοῖσδε σεμνολογούμενα, τά τε πρὸς αὐτοὺς αὖ πάλιν ὑπὸ τῶν οἰκείων ἀντιλεγόμενα.

1.12 οὕτω γὰρ καὶ τῆς τούτων ἀναχωρήσεως τὸ παρ' ἡμῖν κεκριμένον εὐλόγου πάσης ἀπολύοιτ' ἂν κατηγορίας, ὅτι δὴ μὴ ἀγνοίᾳ τῶν παρ' αὐτοῖς σεμνῶν, ἐξητασμένῃ δὲ καὶ βεβασανισμένῃ κρίσει, τὴν παρὰ τοῖς νενομισμένοις βαρβάροις ἀλήθειάν τε καὶ εὐσέβειαν τῶν Ἑλληνικῶν ἁπάντων προτετιμήκαμεν.

1.13 ἄρξομαι δὲ ἀπὸ τῶν Ἀριστοτέλους. ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι, φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι· ἐμοὶ δ' οὐ φίλον τὸν ἄνδρα οὐδ' αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ, ὃς ἐν τῷ ἑβδόμῳ Περὶ φιλοσοφίας τάδε περὶ αὐτοῦ γράφει·
Chapter 2

2.1 «Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὐτόν;

2.2 ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος ἐν ταῖς ἱστορίαις ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι;

2.3 τίς δ’ ἂν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; ἐν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. οἴονται οὖν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτόν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην.

2.4 καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου τοῦ ἐριστικοῦ. ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα.

2.5 καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος, ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειότητος αὐτῷ, ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι.

2.6 τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. λέγει γὰρ ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν· ἔτι δὲ κατασκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαφυροπωλίου Φιλίππῳ τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων.

2.7 ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητής, τρυφερὸν καὶ τένθην καὶ ἄλλα τὰ τοιαῦτα λέγων αὐτὸν εἶναι.

2.8 πάντα δ’ ὑπερπαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.

2.9 καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν· ὧν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφισταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐδὲν εἰρηκὼς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα.

2.10 οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἄν, ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστίν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιά τινα λέγειν· ὧν εἴπερ ἦν ἓν ὁτιοῦν ἀληθές, ἐχρῆν δήπου οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι.

2.11 φανερὸν οὖν ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις, οὕτω καὶ Ἀριστοτέλει συνέβη, διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε.

2.12 τὰ μὲν οὖν ἄλλα προδήλως πέπλασται· δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι, δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μέν, ὅτι Ἑρμείου γήμαι φύσει μὲν ἀδελφήν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν·

(Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον·

«Ἑρμείου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου

μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης·

ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν

ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.»)

ἕτερον δέ, ὅτι ἠχαρίστησε Πλάτωνι.

2.13 περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλικῶν, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς.

2.14 περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου, διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτήν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς.»

2.15 Εἶθ’ ἑξῆς·

«Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἐρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ.»

2.16 Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐκκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.
Chapter 3

3.1 Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ γνῶσίν τε καὶ φιλίαν δι’ εὐσεβείας συντελουμένην ὑποθεμένων, εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν, (ταύτην γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ’ αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι) τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαιμονίας τὴν ἀρετὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὧν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἐνέστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν ἀπελέγχοντες οἱ Πλάτωνος γνώριμοι πάρεστι μαθεῖν διὰ τούτων·
Chapter 4

4.1 Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῇ τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται.

4.2 καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ’ ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετήν, καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν· εἰ δ’ ἐφ’ ἑαυτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας μεμψάμενος.

4.3 τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατ’ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ καὶ χρυσόν, ὅς «καὶ χρυσὸν ἔχων πόλεμόνδ’ ἴεν, ἠΰτε κούρη», ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διάφορον εἶναι.

4.4 μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα. ὁρᾷς ἵν’ ἐκεῖνος ὑψηλὸς πάγος, τρηχύς τε καὶ παλίγκοτος, ἐν τῷ κάθηται σὴν ἐλαφρίζων μάχην;

4.5 ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν τῶν οἰκείων αὐτοῖς φθαρέντων, ἢ φύσασαν αὐτήν, ἃ μὴ πέφυκε φύειν, λαιψηρὰ κυκλῶσαι πτερά, καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν ὑψηλὸν πάγον. ἕως δ’ ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα.

4.6 Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὦ Περιπατητικέ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις ἐπ’ αὐτὰ τοὺς φιλοπλάτωνας;

4.7 ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ᾤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ’ ἄρ’ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων;

4.8 τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια; καὶ πόθεν τις ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων γραμμάτων Ἀριστοτέλους; τίνος τῶν ἀπ’ αὐτοῦ; ἐκ ποίων γραφῶν; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ’ ἔχεις εἰπεῖν οὔτ’ ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς.

4.9 αἱ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ [ἀρχαῖον καὶ] βασιλικόν, ὃ παρὰ τοῦ Διὸς ἔχει λαβοῦσα ἀναφαίρετον ἡ ἀρετή, (ἐπεὶ οὐ «παλινάγρετον, ὅττι κεν οὗτος τῇ κεφαλῇ ἐπινεύσῃ»), τοῦτο αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν.

4.10 οὐ γὰρ ἐπιτρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγιείᾳ καὶ κάλλει, καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαίμονα τὸν κεκτημένον ἀποφῆναι, καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ’ αὐτὴν εὐδαίμονα.

4.11 πῶς οὖν οὐ καθῄρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετήν φασιν. τί δὴ τοῦτο; καὶ γὰρ τὴν ὑγίειαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν.

4.12 ὁπόταν οὖν τις ἐκ τούτων τῶν δογμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαίμονά φησιν ἐπὶ τροχὸν οὐκ ἀναβαίνειν, οὐδὲ ὁ ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ’ ἂν εὐδαίμων καὶ μακάριος εἶναι.

4.13 τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. τούτοις δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ’, εἰ γένοιτο, παραμένειν ἀεί. «Φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει· ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ’ ἀπολήγει.»

4.14 ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον, ὦ ποιητά· «ἔαρος δ’ ἐπιγίνεται ὥρη.» πολὺς ὁ μεταξὺ χρόνος καὶ ᾧ μὴ γίνεται. εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεᾶς ἀπεικάσαι, παράβαλλε τὴν Ἀριστοτέλους εὐδαιμονίαν. ῥᾷον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει, οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτόν, οὐδ’ αὐτοετεί, οὐδ’ αὐτομηνί, ἀλλ’ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται.

4.15 πολλὰ δὲ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης. καὶ γὰρ αἱ τοῦ σώματος κῆρες, μυρίαι δὲ αὗται, καὶ πενία καὶ ἀτιμία, καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ, τὰ τῆς φίλης ἀρετῆς πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασώζειν ἀσθενής.

4.16 τούτοις οὖν τις ἐντραφείς, καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις, τίνα τρόπον ἢ αὐτὸς συνᾴσεται τοῖς Πλάτωνος, ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος παραδέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετή, καὶ οὔτε ποτε ἐνδέουσα πρὸς εὐδαιμονίαν οὔτε ποτὲ αὐτῆς ἀφαιρουμένη, ἀλλὰ κἂν πενία, κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι, κἂν πίττα καὶ σταυρός, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρρυῇ, ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος.

4.17 ὑπὸ κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον, τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος, ὁ ἐξ αὐτῆς τῆς δικαιοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆ καὶ τετραχῆ καὶ πολλαχῆ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ’ ἡμᾶς δι’ αὐτῶν προσάξεις τῷ Πλάτωνι.

4.18 τί γὰρ εἰ τῶν ἀγαθῶν, ὡς φῄς, τὰ μὲν τίμια, καθάπερ οἱ θεοί, τὰ δὲ ἐπαινετά, ὡς αἱ ἀρεταί, τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχύς, τὰ δὲ ὠφέλιμα, ὡς αἱ θεραπεῖαι; τί δ’, εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα, οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκα λαμβανόμενα;

4.19 τί δ’, εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθά, τὰ δὲ οὐ πᾶσιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθά, τὰ δὲ σώματος, τὰ δ’ ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγαθῶν τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὕλαι, τὰ δὲ ὄργανα; κἂν τὰς δέκα κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῆ διανέμειν τἀγαθόν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα;

4.20 ἕως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως εἴτε ὅπως βούλει λαλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς ἄλλ’ ἄττα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων δ’ ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ ἔκπλεον εἰς εὐδαιμονίαν ἀπ’ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ὑμῖν εἴη κατὰ τοῦτο κοινόν· ἄλλων σοι δεῖ λόγων, ἄλλων τοῖς τοῦ Πλάτωνος.

4.21 ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ κορυφαινοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. διαμπερὲς γάρ, εἰ μὴ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο διαφερόντων φαίνονται λέγοντες.
Chapter 5

5.1 Πάλιν Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως, τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς διατεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ’ οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος, ὧδέ πῃ διεξιόντος·

5.2 «Ὄντος δ’ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαιμονίαν συντελούντων τοῦ περὶ τῆς προνοίας πείσματος, ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθονίων γένος ἀνδρῶν· ὁ μὲν Πλάτων εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει. φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντα εὐθείᾳ περαίνειν περιπορευόμενον. καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός. τούτου δὲ ἐκτὸς ὄντα πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. πάντων δὲ ἐπιμελούμενον καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα πεφροντικέναι καὶ τῶν ἀνθρώπων.»

5.3 Καὶ μετὰ βραχέα· «Καὶ ὁ μὲν Πλάτων οὕτως. ὁ δὲ τὴν δαιμονίαν ταύτην φύσιν ἐκποδὼν ποιούμενος, καὶ τήν γε εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων, τήν τε ἐν τῷ παρόντι πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος, τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ’ ἃ βούλεται Πλάτων παρακαλέσαι καὶ πιστώσαιτο τὰ εἰρημένα;

5.4 πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη. πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ταῖς ἀνθρωπίναις ὀρέξεσι κατεσχημένος, ἂν καταφρονήσῃ τῶν θεῶν καὶ μηδὲν νομίσῃ πρὸς αὐτόν, ἅτε πόρρω μὲν αὐτῶν ἀπῳκισμένος ἐν τῷ ζῆν, ἀποθανὼν δὲ οὐδὲ ἔτι ὤν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις.

5.5 πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύνατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφωρακότων κρατεῖν δυνατός ἐστιν. ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς προνοίας ἀπόγνωσις.

5.6 ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν, ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθόν, καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος, ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται, ὅμοιόν τι ποιῶν ἰατρῷ τὴν μὲν ἔτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος.

5.7 παραπλησίως δὲ τούτῳ καὶ ὁ Περιπατητικός. οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδοιτο ἀπιστία τὴν ἀδικίαν ἐπιρρώννυσι. τί οὖν, φήσαι τις ἄν, ἐν ταὐτῷ τάττεις Ἀριστοτέλην καὶ Ἐπίκουρον; πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον.

5.8 τί γὰρ διαφέρει πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμῳ τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι; κατ’ ἴσον γὰρ παρ’ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους, καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια· τὸ δὲ ἐκείνων μενόντων κατ’ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ ταύτῃ γε καὶ κατ’ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται.

5.9 τὰς γοῦν βελτίονας ἀπορροίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραιτίας γίνεσθαι. ἀλλ’ οὔτε τοῦτον οὔτε ἐκεῖνον δίκαιον ἐν προνοίας ἀριθμεῖσθαι λόγῳ. εἴπερ γὰρ καὶ κατ’ Ἐπίκουρον τὸ τῆς προνοίας οἴχεται, καίτοι τῶν θεῶν κατ’ αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων, οὕτως ἂν οἴχοιτο καὶ κατ’ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ’ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται.

5.10 πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι τῷ μήτε δαίμονας μήτε ἥρωας μήτε ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι.

5.11 ἐκεῖνο δ’ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταὐτὸν ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνίᾳ παραιτούμενος.

5.12 ὁ δὲ περιττὸς ἡμῖν οὗτος τῆς φύσεως εὑρετὴς καὶ τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβὴς ὑπ’ αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθεὶς εἴασεν ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει καὶ οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ’ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ’ Ἐπικούρου τινὲς μαντεύονται, ὡς ἄρα μὴ κατὰ γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατένειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν.

5.13 τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρός, ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμᾶς ἐνέργειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ. ἀποστήσας γὰρ καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν πραγμάτειαν κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος τάχ’ ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς.

5.14 οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου, ἀλλ’ οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεούς, ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος εἶναι ὁμολογεῖν, ἢ τὴν τοῦ δοκεῖν ἀπολιπεῖν θεοὺς δόξαν ἀνασώζειν, ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπιστεῖν τοῖς θεοῖς.»

Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεοκοποῦντα τὸν περὶ προνοίας λόγον. ὁ δ’ αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι, πρὸς τὸν αὐτὸν ἀποτεινόμενος μὴ βουλόμενον γεννητὸν εἶναι τὸν κόσμον.
Chapter 6

6.1 Πάλιν Μώσεως γεννητὸν εἶναι τὸν κόσμον ὁρισαμένου, ποιητήν τε καὶ δημιουργὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος, τοῦ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσοφοῦντος, τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος συγγραφέως, ὧδε πρὸς ῥῆμα γράφοντος·

6.2 «Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν, καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογισάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ.

6.3 παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι, οἷς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι. δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν, εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὢν Ἕλληνας ἡμᾶς σαφεῖ καὶ τρανῷ τῷ στόματι διείλεκται.

6.4 παραλαβὼν γάρ, φησίν, ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατόν, οὐχ ἡσυχίαν ἄγον, πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον. ἔτι δὲ καὶ μᾶλλον ὅτι μὴ δι’ αἰνιγμάτων, μηδ’ ἐπὶ τοῦ σαφοῦς χρείᾳ τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι’ ὧν ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουργίαν.

6.5 ἐπειδὴ γάρ, φησί, γεγένησθε, (λέγει δὲ πρὸς τοὺς θεούς) ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὴν δὴ λυθήσεσθε τῆς ἐμῆς βουλήσεως τυχόντες.

6.6 ἀλλ’, ὅπερ ἔφην, πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους, ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ’ ἡσυχίας πραέσιν ἐλέγχοις διακριθεῖμεν ἄν. ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι, τῇ μὲν κατηγορίᾳ τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας, τὸ δὲ ἁλῶναι δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι.

6.7 κατὰ δὲ τὴν ἡμετέραν ἀκοήν, ἀξιοῦντος Πλάτωνος τὸν κόσμον γεγονέναι κάλλιστον ἔργον ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν, καὶ περιθέντος τῷ τοῦ παντὸς ποιητῇ δύναμιν δι’ ἧς καὶ οὐκ ὄντα πρότερον ἐποίησε τὸν κόσμον, καὶ ποιήσας εἰσαεὶ βουλόμενός γε σῶον διαφυλάξει, καὶ ταύτῃ δὴ γεννητοῦ καὶ ἀφθάρτου κατ’ αὐτὸν ὑποκειμένου τοῦ κόσμου, τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ;»

6.8 Δεῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν τούτων, ὅτι οὐ πάντως, εἴ τι γέγονεν, ἀνάγκη τοῦτο φθαρῆναι, πάλιν δ’ οὐδ’ εἴ τι μὴ φθαρήσεται, τοῦτο ἀναγκαῖον ἀγέννητον εἶναι. οὔτε γὰρ μίαν αἰτίαν τῷ ἀφθάρτῳ τὴν ἐκ τοῦ ἀγεννήτου συγχωρητέον οὔτε τῷ γενομένῳ τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοήθητον καταλειπτέον.

6.9 πόθεν οὖν ἐκ τῶν Ἀριστοτέλους λάβωμεν βοήθειαν εἰς ταῦτα, ἀνδρὸς οὐ τηνάλλως οὐδὲ καθ’ αὑτὸν περαίνοντος τὸν περὶ τούτων λόγον, ἀλλ’ ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου, καὶ τό τε γενόμενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιιστάντος, τό τε μὴ ἀπολλύμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ δύναμιν ἀπολείποντος αὐτοῦ περὶ τὸν θεόν, ᾗ χρώμενος ἀγαθόν ἄν τι ποιήσαι; ὃ γὰρ οὔπω πρότερον γέγονε, τοῦτο, φησίν, οὐκ ἂν γένοιτο.

6.10 τοσοῦτον δὲ ἀποδεῖ διὰ τούτων βοηθεῖν τῷ Πλάτωνος λόγῳ ὥστε ἤδη τινὰς καὶ τῶν περὶ Πλάτωνα ἐσπουδακότων φοβήσας, οἷς εἶπεν, ἀπέστησε τοῦ δόγματος, οὐ δυνηθέντας συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν πραγμάτων ἦν ἄνευ θεοῦ βουλήσεως καὶ δυνάμεως ἐπινοῆσαι οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησάμενον γεννητὸν ὄν.

6.11 ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπιστήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ τοῦτο φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγέννητόν ἐστιν ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐνδεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων.

6.12 καὶ ὁ μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσασθαι, ἱκανὸς δέ τις καὶ ἀνδριάντα μὴ ὄντα πρότερον ὄντα ποιῆσαι, καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ τεκτηνάμενος παρέσχε τοῖς δεομένοις, καὶ τῶν ἄλλων τεχνιτῶν ἕκαστος, ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, δύναμιν ταύτην ἔχουσιν, ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης οὐδ’ ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ’ ἡμῖν πάσης ἔσται γενέσεως; οὔκ, ἐάν γε καὶ κατὰ βραχὺ θείας αἰτίας ἐπιλογισμὸν οἰοί τε ὦμεν λαβεῖν.

6.13 ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλά, (ἀγαθὸς γάρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ οὐδενός) τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἱ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί. ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον καινὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς·

6.14 ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον. ὁ γάρ τις ὅλον ποιῆσαι δυνατός, τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖ καινόν, εἴπερ μέλλοι τις ὅλως ποιητής, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώζεσθαι· τὸ γὰρ εὖ γενόμενον ἐθέλειν λύειν κακοῦ.

6.15 μείζων δὲ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως. ἢ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλά, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ’ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παραμενεῖ;

6.16 τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ἧτταν. ἀλλ’ ἔξωθέν τινος αἰτίας ἀνταγωνιζομένης τῷ θεῷ; ἀλλ’ οὔτ’ ἐστὶν οὔτε ἐν οἷς ἔφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνομεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι.

6.17 ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι. δῆλον μὲν καὶ ὃ προὐθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ.»

Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης οὐσίας, ἣν εἰσηγήσατο Ἀριστοτέλη, ταῦτα παραθετέον·
Chapter 7

7.1 «Περὶ γοῦν τῶν καλουμένων στοιχείων, ἐξ ὧν πρώτων σώματα συνέστηκε, Πλάτων μὲν ἑπόμενος τῇ περὶ αὐτὰ ἐναργείᾳ, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τε ἔφησεν εἶναι ταῦτα ὁμολογούμενα, πῦρ καὶ γῆν καὶ ἀέρα καὶ ὕδωρ, καὶ ἐκ τούτων συγκρινομένων τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δέ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη, προσκατηρίθμησε τοῖς φαινομένοις τέτταρσι σώμασι τὴν πέμπτην οὐσίαν, πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως τῇ φύσει χρησάμενος, μὴ συνιδὼν δὲ ὅτι οὐ νομοθετεῖν δεῖ φυσιολογοῦντα, τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν.

7.2 εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέτταρας εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοῖ τι ὁ Περιπατητικός, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ’ ἄν. λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρόν, ἢ ὑγρὸν ἢ ξηρόν, ἢ μαλακὸν ἢ σκληρόν, ἢ κοῦφον ἢ βαρύ, ἢ ἀραιὸν ἢ πυκνόν, καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερόν τι εἴη τὸ μεθέξον τούτων τινὸς παρὰ τὰ τέτταρα· (εἰ μὲν γὰρ θερμόν, ἢ πῦρ ἢ ἀήρ· εἰ δὲ ψυχρόν, ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρόν, πῦρ ἢ γῆ· εἰ δὲ ὑγρόν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακόν, ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρόν, ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιόν, οἷον πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνόν, ὕδωρ καὶ γῆ.) καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων ὡς οὐκ ἂν εἴη παρὰ ταῦτά τι σῶμα ἕτερον· οὗτος ἀνθίσταται μόνος, φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον· σῶμα δὲ μήτε βαρύ, μήτε κοῦφον, μήτε μαλακόν, μήτε σκληρόν, μήτε ὑγρόν, ἀλλὰ μήτε ξηρόν, μονονουχὶ λέγων σῶμα οὐ σῶμα. τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι’ ὧν σῶμα πέφυκε γίνεσθαι, πάσας ἀφῄρηκεν.

7.3 ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῷ δοκούντων ἀποστήσεται· ὥστε οὐδαμῇ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος.

7.4 ἔτι ὁ μὲν Πλάτων πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βούλεται τρέπεσθαι μεταβάλλειν τε εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῇ, περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδέν, τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ’ ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα, καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν.

7.5 ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι τοῦδε τοῦ ἀνδρὸς κεφαλήν, ἄλλου δὲ τὸ στέρνον, ἑτέρου δὲ τὴν ζώνην, εἰς ταὐτὸν συνθέντες ἐνίοτε μὴ προσήκοντα πράγματα ἀλλήλοις ἔπεισαν αὐτοὺς ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, τὰ δ’ ἐν αὐτῷ συνηρανισμένα καί τι καλὸν ἔχοντα οὐκ αὐτῶν.

7.6 ὡσαύτως δὲ καὶ Ἀριστοτέλη ἀκούων Πλάτωνος ὅτι ἐστί τις οὐσία νοητὴ καθ’ αὑτὴν ἀσώματός τε καὶ ἀχρώματος καὶ ἀναφής, οὔτε γινομένη οὔτε φθειρομένη οὔτε τρεπομένη οὔτε μεταβαλλομένη, ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, πάλιν δ’ αὖ περὶ τῶν κατ’ οὐρανὸν ἀκούων, ὡς ὄντα θεῖα καὶ ἄφθαρτα καὶ ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ συνᾴδοντα· παρ’ ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ’ ὧν δὲ τὸ ἀπαθὲς εἶναι λαβών, σῶμα ἀπαθὲς ἐτεκτήνατο.

7.7 ἐπὶ μὲν οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν διαφερόντων, οὔτι γε ἀδύνατον γενέσθαι. διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος· ὄμματα γάρ, φησί, καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. [Hom. Il. 2.478–479] τὸ δὲ σῶμα ἀπαθὲς οὐκ ἄν ποτε γένοιτο. παθητῇ γὰρ καὶ τρεπτῇ συνδεδεμένον φύσει ἀνάγκην ἔχει συμπαθεῖν ᾧ συνέζευκται. εἰ δέ τι ἀπαθὲς εἴη, τοῦτο ἀφειμένον καὶ ἐλεύθερον ἀπὸ τοῦ πάσχοντος εἶναι δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως ὁμολογοῖτ’ ἄν.»

Ἔτι καὶ τούτοις πρόσχωμεν τὸν νοῦν ἐν ὅσοις ἄλλοις διαφέρεσθαι τῷ Πλάτωνι τὸν Ἀριστοτέλην παρίστησιν·
Chapter 8

8.1 «Ἔπειτα τούτοις ἑπόμενα πολλά, ἐν οἷς διαφέρονται. ὁ μὲν γάρ φησι τὰ κατ’ οὐρανὸν τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἔχειν, ὁ δὲ μηδαμῇ μετεῖναι τοῖς οὐρανίοις πυρός. καὶ ὁ μέν φησιν ἀνάψαι τὸν θεὸν φῶς ἐν τῇ δευτέρᾳ πρὸς γῆν περιόδῳ, ἵν’ ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανόν, περὶ ἡλίου τὸ τοιοῦτον ἀποφαινόμενος· ὁ δέ, ἅτε οὐκ ἐθέλων πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθαρόν, ἤ τι πυρὸς ὄν, οὐκ ἐπιτρέπει φῶς περὶ αὐτὸν ἀνῆφθαι.

8.2 ἔτι ὁ μέν, κατ’ εἶδος ἀφθαρσίαν ἀπονέμων τοῖς κατ’ οὐρανὸν ἅπασιν, ἀποχωρήσεις τινὰς αὐτῶν καὶ προσχωρήσεις συμμέτρους φησὶ γίνεσθαι· (ἀναγκάζουσι δὲ αὐτὸν λέγειν ταῦτα, τὰς μὲν ἀποκρίσεις, αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις, ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φάσις· οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ’ ὧν ἀφίησι λαμβάνοντα·)

8.3 ὁ δὲ Ἀριστοτέλης πάντῃ μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος μήτε προσιόντος.

8.4 ἔτι ὁ μὲν πρὸς τῇ κοινῇ κινήσει τῶν ἄστρων, καθ’ ἣν ἐν ταῖς σφαίραις ἐνδεδεμένοι κινοῦνται πάντες οἱ ἀστέρες οἵ τε ἀπλανεῖς καὶ οἱ πλανώμενοι, καὶ ἑτέραν αὐτοῖς κίνησιν ἀποδίδωσιν, ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε καὶ προσήκουσαν αὐτῶν τῇ φύσει τοῦ σώματος· (σφαιρικοὶ γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν ἕκαστος κινοῖτο περιδινούμενος·) ὁ δὲ καὶ ταύτης ἀφαιρεῖται τῆς κινήσεως αὐτούς, ἣν ὡς ἔμψυχοι κινοῦνται, μόνην δὲ ἀπολείπει τὴν ὑπ’ ἄλλων τῶν περιεχόντων ὥσπερ ἀψύχοις συμβαίνουσαν.

8.5 καὶ δὴ καί φησι τὴν γινομένην φαντασίαν ἡμῖν ἀπὸ τῶν ἀστέρων ὡς κινουμένων πάθος εἶναι τῆς ἡμετέρας ὄψεως ἀδυνατούσης καὶ ὡσπερεὶ σειομένης, ἀλήθειαν δὲ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς αἰσθήσεως τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος, ἀλλ’ οὐκ ἀπὸ τοῦ λόγου τοῦ διδάσκοντος ὅτι ἀνάγκη τούτων ἕκαστον ζῷον ὄντα καὶ ψυχὴν ἔχοντα καὶ σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν· (πᾶν γὰρ σῶμα ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι ἄψυχον, ᾧ δὲ ἔνδοθεν καὶ ἐξ ἑαυτοῦ ἔμψυχον·) κινούμενον δέ, ἅτε θεῖον ὄν, τὴν καλλίστην κινεῖσθαι κίνησιν· καλλίστης δ’ οὔσης τῆς ἐν κύκλῳ κινήσεως, ταύτῃ αὐτὸ κινεῖσθαι.

8.6 ἡ δὲ αἴσθησις τὰ μὲν ἐκ τοῦ λόγου μαρτυροῖτο ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν πίστιν τῆς κινήσεως. περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῷ τὸ καλὸν τοῦτο εὕρημα τοῦ σώματος.

8.7 ὁ μὲν γὰρ Πλάτων, ὄντων τεττάρων σωμάτων καὶ πάντων φύσει κινουμένων ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὸ ἐκτός, γῆς δ’ ἐπὶ τὸ μέσον, τῶν δὲ ἄλλων ἐπὶ τὸ μεταξύ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ ψυχῇ· ὁ δ’, ᾗπερ ἄλλῳ σώματι ἄλλην, οὕτω δὲ καὶ τὴν ἐν κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προσένειμε σώματι, πάντ’ εὐκόλως αὑτὸν ἐξαπατήσας.

8.8 τοῖς μὲν γὰρ ἐπ’ εὐθείας κινουμένοις αἱ βαρύτητες καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρείχοντο, τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον μήτε κουφότητος, ἀκινησίας μᾶλλον αἴτιον ἂν εἴη·

8.9 οὐ τῆς ἐν κύκλῳ κινήσεως τοῖς ἐπ’ εὐθείας κινουμένοις τὸ σχῆμα τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ’ ἡ ῥοπή· σῶμα οὐ μόνον ἐν μέσῳ τεθὲν ὁμοίου τινὸς οὐχ ἕξει πῇ κλιθῇ, ἀλλ’ ἐν κύκλῳ περιτεθὲν ὁποίῳ τινὶ οὐχ ἕξει τῆς ἐπί τι κλίσεως αἰτίαν, «εἴτ’ ἴωσιν πρὸς ἠῶ τ’ ἠέλιόν τε, εἴτ’ ἐπ’ ἀριστερά» [Hom. Il. 12.239–240], εἴτε πρόσω εἴτ’ ὀπίσω.

8.10 ἔτι τοῖς μὲν ἄλλοις σώμασιν ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ’ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ πέμπτῳ δὲ ἐκείνῳ, μηδέποτε ἐκβαίνοντι τῶν αὐτοῦ τόπων, μένειν ἂν προσήκοι.

8.11 καὶ περὶ τῶν ἄλλων σωμάτων, ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται φιλονεικῶν Ἀριστοτέλη μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι. ζητήσαντος γὰρ τοῦ Πλάτωνος εἰ ἔστι φύσει βαρὺ σῶμα ἢ φύσει κοῦφον, καὶ ἐπειδὴ ταῦτα κατὰ τὴν πρὸς τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι, σκεψαμένου εἴτε ἐστί τι κάτω φύσει καὶ ἄνω, εἴτε μή, καὶ ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ’ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον ἀφ’ οὗ ἀναχωροῖεν, καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸς τούτῳ ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ αὐτῶν εὔλογον ἄνω τι ἢ κάτω λέγεσθαι·

8.12 ὅδε ἀντιτίθησι, πανταχόθεν καταβάλλειν δεῖν ἡγούμενος τὰ ἐκείνου, καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον· καὶ τὸν μὲν τόπον τὸν ἐν μέσῳ κάτω φησί, τὸν δὲ πέριξ ἄνω.»

8.13 Ἀλλὰ περὶ μὲν κόσμου, καὶ ἐξ ὧν οὗτος, καὶ τῶν κατ’ οὐρανὸν τοσοῦτον ἀλλήλων ἀφεστήκατον. ταῦτα μὲν οἵδε. Μώσης δὲ καὶ τὰ Ἑβραίων λόγια τούτων οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως, ὅτι μηδὲ πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτα ἀσχολουμένοις λυσιτελεῖν ἐνομίσθη.
Chapter 9

9.1 «Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν; δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν, ἀλλ’ ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει, καὶ πολλοὺς ὑπὲρ τούτου λόγους πεποίηται, ποικίλως καὶ παντοίως ἀποδεικνὺς ὅτι ἐστὶν ἀθάνατος ἡ ψυχή.

9.2 πολλὴ δὲ καὶ τοῖς ἐσπουδακόσι περὶ τὰ Πλάτωνος ἡ φιλοτιμία γέγονε, συναγωνιζομένοις τῷ τε δόγματι καὶ τῷ Πλάτωνι. σχεδὸν γὰρ τὸ συνέχον τὴν πᾶσαν αἵρεσιν τἀνδρὸς τοῦτ’ ἔστιν.

9.3 ἥ τε γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε τῇ τῆς ψυχῆς ἀθανασίᾳ, τὸ μέγα καὶ λαμπρὸν καὶ νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης, τά τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι δύνασθαι.

9.4 «ψυχὴ γὰρ πᾶσα,» φησί, «παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτ’ ἐν ἄλλοις εἴδεσι γινομένη.» [Plat. Phaedr. 246b] ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῷ Πλάτωνι. πᾶσαι γὰρ αἱ μαθήσεις ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σώζεσθαι καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται.

9.5 εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος, οὐδὲ ἀνάμνησις. εἰ δὲ μὴ τοῦτο, οὐδὲ μάθησις. πάντων οὖν τῶν Πλάτωνος δογμάτων ἀτεχνῶς ἐξηρτημένων καὶ ἐκκρεμαμένων τῆς κατὰ τὴν ψυχὴν θειότητός τε καὶ ἀθανασίας, ὁ μὴ συγχωρῶν τοῦτο τὴν πᾶσαν ἀνατρέπει φιλοσοφίαν Πλάτωνος.

9.6 τίς οὖν ἐστιν ὁ πρῶτος ἐγχειρήσας ἀντιτάξασθαι ἀποδείξεσι, καὶ τὴν ψυχὴν ἀφελέσθαι τῆς ἀθανασίας καὶ τῆς ἄλλης πάσης δυνάμεως; τίς δ’ ἕτερος πρὸ Ἀριστοτέλους; τῶν μὲν γὰρ ἄλλων οἱ μὲν ἐπιδιαμένειν συνεχώρησαν, οἱ δ’, εἰ μὴ καὶ τοῦτο, δύναμίν γε ἐν τῷ σώματι καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῇ ψυχῇ·

9.7 ὁ δέ, ὅσῳπερ Πλάτων ἀπεσέμνυνε τὸ τῆς ψυχῆς πρᾶγμα, ἀρχὴν γενέσεως καὶ θεοῦ παίδευμα καὶ τῶν ἁπάντων προστάτιν ἀποφηνάμενος, τοσῷδε ἐφιλονείκησε καθελεῖν καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν ἀποφῆναι τὴν ψυχήν.

9.8 οὔτε γὰρ πνεῦμα οὔτε πῦρ οὔτε ὅλως σῶμα, ἀλλ’ οὐδὲ ἀσώματον, οἷον εἶναί τε ἐφ’ αὑτοῦ καὶ κινεῖσθαι, ἀλλ’ οὐδ’ ὅσον ἐπὶ τοῦ σώματος ἀκίνητον εἶναι καὶ ὡς εἰπεῖν ἄψυχον. οἷον γὰρ τόδε ἐτόλμησεν, ἢ καὶ ἀπηναγκάσθη, ὡς καὶ τὰς πρωτουργοὺς κινήσεις ἀφελέσθαι τῆς ψυχῆς, τὸ βουλεύσασθαι, τὸ διανοηθῆναι, τὸ προσδοκῆσαι, τὸ μνημονεῦσαι, τὸ λογίσασθαι;

9.9 οὐ γὰρ ψυχῆς ταῦτά φησι τὰ κινήματα ὁ τῆς φύσεως, ὥς φασι, γραμματεύς. πάνυ γοῦν οὗτός ἐστι πιστός, ὡς συνεικέναι τι περὶ τῶν ἐκτός, ὁ τῆς αὑτοῦ ψυχῆς τοσοῦτον διημαρτηκὼς ὡς μηδ’ ὅτι διανοεῖται παρακολουθεῖν. οὐ γὰρ ἡ ψυχή, φησίν, ἀλλ’ ὁ ἄνθρωπός ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος. [cf. Aristot. De An. 408b]

9.10 τούτῳ τοιγαροῦν ἑπόμενος Δικαίαρχος, καὶ τἀκόλουθον ἱκανὸς ὢν θεωρεῖν, ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν ἡ ψυχὴ δῆλον, ὥστε οὐκ ἂν διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνέργειαν δοίημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμᾶς δοκοῦσιν εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν.

9.11 ταῦτα γὰρ ἅπας τις συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βουλεύεσθαι καὶ σκοπεῖσθαι καὶ καθ’ ὃν δήποτε τρόπον διανοεῖσθαι. ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας, ὡς οὐ σώματος [οὔσας], δίδομεν εἶναί τι ἐν ἡμῖν ἕτερον τὸ βουλευόμενον· τοῦτο δὲ εἶναι τὴν ψυχήν. ἐπεὶ πόθεν ἀλλαχόθεν ἐπιστεύσαμεν ὑπὲρ ψυχῆς;

9.12 ἂν οὖν τις ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτα ἀφελόμενος ἑτέρῳ τινὶ προσάψῃ πράγματι, οὔτε ὅθεν οὖσα ἐμφαίνεται καταλέλοιπεν οὔτε ὅ τι χρήσιμος ἂν εἶναι δοκοίη. τίς οὖν ἡ βοήθεια τῷ τὴν ψυχὴν ἀθάνατον εἶναι θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δὲ ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ’ ὃν αὐτοκίνητον αὐτήν φαμεν, παρὰ τῶν μηδὲ τὸ παράπαν αὐτῇ κίνησιν νεμόντων;

9.13 ναί· ἀλλὰ κατά γε τὴν ἀθανασίαν τοῦ νοῦ φήσαι τις ἂν αὐτὸν κοινωνεῖν Πλάτωνι. καὶ γὰρ εἰ μὴ πᾶσαν βούλεται τὴν ψυχὴν ἀθάνατον εἶναι, τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὤν, καὶ πόθεν ἐπεισκρινόμενος τοῖς ἀνθρώποις, καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς ἂν εἰδείη· εἰ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ νοῦ, καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος.

9.14 πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι. ὁ μὲν γάρ φησι νοῦν ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι, ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν. καὶ τὸ τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν, ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῷ μόνῳ χωριζομένῳ τῆς ψυχῆς τοῦτο περιγίνεσθαι. καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων τὸ τοιοῦτο.»

Ταῦτα μὲν ὁ Ἀττικός. συνάψω δὲ αὐτοῖς καὶ τὰ Πλωτίνου τόνδ’ ἔχοντα τὸν τρόπον·
Chapter 10

10.1 «Τὸ δὲ τῆς ἐντελεχείας ὧδ’ ἄν τις ἐπισκέψαιτο πῶς περὶ ψυχῆς λέγεται· τὴν ψυχὴν ἐν τῷ συνθέτῳ εἴδους τάξιν ὡς πρὸς ὕλην τὸ σῶμα ἔμψυχον ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος, οὐδὲ ᾗ σῶμα, ἀλλὰ φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος.

10.2 εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν· καὶ διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι τὴν ψυχήν, καὶ ἀποκοπτομένου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος ψυχῆς μόριον εἶναι, τήν τε ἐν τοῖς ὕπνοις ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν ἐντελέχειαν οὗ ἐστιν εἶναι· τῷ δ’ ἀληθεῖ μηδὲ ὕπνον γίνεσθαι.

10.3 καὶ μὴν ἐντελεχείας οὔσης, οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίαν· ἓν δὲ καὶ ταὐτὸν δι’ ὅλου πεπονθέναι τὸ πᾶν οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τὰς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν τὸν νοῦν εἰσάγουσιν, ὃν ἀθάνατον τίθενται.

10.4 τὴν οὖν λογιζομένην νῦν ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον, ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ’ ἡ αἰσθητική, εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει, αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει· εἰ δὲ μή, οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες· ἀλλ’ ἀδύνατον ἄλλως δέχεσθαι, εἰ οὕτως ἐνεῖεν. οὐκ ἄρα οὖσα ἀχώριστος ἐντελέχεια.

10.5 καὶ μὴν οὐδὲ τὸ ἐπιθυμοῦν μὴ σιτίων, μηδὲ ποτῶν, ἀλλ’ ἄλλων παρὰ τὰ τοῦ σώματος, οὐδὲ αὐτὸ ἀχώριστος ἐντελέχεια. λοιπὸν δὲ τὸ φυτικὸν ἂν εἴη, ὃ ἀμφισβήτησιν ἂν δόξειεν ἔχειν, μήποτε τοῦτον τὸν τρόπον ἐντελέχεια ἀχώριστος ᾖ.

10.6 ἀλλ’ οὐδὲ τοῦτο φαίνεται οὕτως ἔχον. εἰ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν, καὶ αὐξανομένου τοῦ ἄλλου σώματος καὶ ἐπὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν, ἡ ψυχὴ δηλονότι ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἕν τι συνεστάλη· οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ γὰρ αὖ ἐστὶ πρὶν αὐξηθῆναι τὸ φυτὸν ἐν τῷ ὀλίγῳ ὄγκῳ.

10.7 εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν, τί κωλύει καὶ ὅλως χωρίζεσθαι; πῶς δ’ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώματος ἐντελέχεια γένοιτο μεριστή; ἥ τε αὐτὴ ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλο γίνεται· πῶς οὖν ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός;

10.8 φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν οὐσία, οὐ παρὰ τὸ ἐν σώματι ἱδρῦσθαι τὸ εἶναι λαμβάνουσα, ἀλλ’ οὖσα πρὶν καὶ τοῦδε γενέσθαι, οἷον ζῴου, οὐ τὸ σῶμα τὴν ψυχὴν γεννήσει.

10.9 τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα μήτε πάθος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σώματα οὖσα, ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι; τὸ μὲν γὰρ γένεσις, ἀλλ’ οὐκ οὐσία, πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ’ ἄν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, μεταλήψει δὲ τοῦ ὄντος σωζόμενον, καθ’ ὅσον ἂν αὐτοῦ μεταλαμβάνῃ.» Ἐπειδὴ δὲ καὶ τὰ Πλωτίνου διήλθομεν, συνιδεῖν οὐκ ἄτοπον καὶ τὰ Πορφυρίου ἐν τοῖς πρὸς Βόηθον περὶ ψυχῆς εἰρημένα·
Chapter 11

11.1 «Πρὸς δὲ τὸν ἐντελέχειαν τὴν ψυχὴν εἰπόντα καὶ ἀκίνητον παντελῶς οὖσαν κινεῖν ὑπειληφότα ῥητέον, πόθεν οἱ ἐνθουσιασμοὶ τοῦ ζῴου μηδὲν μὲν συνιέντος ὧν ὁρᾷ τε καὶ λέγει, τῆς δὲ ψυχῆς καὶ τὸ μέλλον καὶ μὴ ἐνεστὸς βλεπούσης καὶ κατὰ ταὐτὸ κινουμένης, πόθεν δὲ καὶ ἐπὶ τῆς τοῦ ζῴου συστάσεως αἱ τῆς ὡς ζῴου ψυχῆς βουλαί τε καὶ σκέψεις καὶ θελήσεις, ῥοπαὶ οὖσαι τῆς ψυχῆς καὶ οὐ τοῦ σώματος;»

11.2 Εἶθ’ ἑξῆς ἐπιλέγει· «Τὸ δὲ βαρύτητι ἀπεικάζειν τὴν ψυχὴν ἢ ποιότησι μονοειδέσι καὶ ἀκινήτοις σωματικαῖς, καθ’ ἃς ἢ κινεῖται ἢ ποιόν ἐστι τὸ ὑποκείμενον, ἐκπεπτωκότος ἦν τέλεον ἢ ἑκόντος ἢ ἄκοντος τῆς ψυχικῆς ἀξίας, καὶ οὐδαμῶς καθεωρακότος ὡς παρουσίᾳ μὲν τῆς ψυχῆς ζωτικὸν γέγονε τὸ τοῦ ζῴου σῶμα, ὡς πυρὸς παρουσίᾳ θερμὸν τὸ παρακείμενον ὕδωρ, ψυχρὸν ὂν καθ’ ἑαυτό· καὶ ἡλίου ἀνατολῇ πεφώτισται τὸ γοῦν αἰθέριον φῶς καὶ ὁ ἀήρ, σκοτεινὸς ὢν ἄνευ τῆς τούτου ἐκλάμψεως.

11.3 ἀλλ’ οὔτε ἡ θέρμη τοῦ ὕδατος ἡ θερμότης ἦν τοῦ πυρὸς οὔτε τὸ πῦρ, οὔτε τὸ ἐναέριον φῶς τὸ τοῦ ἡλίου φῶς· ὡσαύτως δὲ οὐδὲ ἡ τοῦ σώματος ἐμψυχία—ἥτις ἔοικε τῇ βαρύτητι καὶ τῇ περὶ σῶμα ποιότητι—ἡ ψυχή ἐστιν ἡ ἐν τῷ σώματι καταταχθεῖσα, δι’ ἣν καὶ πνοῆς τινος ζωτικῆς μετέσχε τὸ σῶμα.»

11.4 Εἶθ’ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει· «Τὰ μὲν οὖν ἄλλα ὅσα περὶ αὐτῆς εἰρήκασιν ἄλλοι αἰσχύνην ἡμῖν φέρει. πῶς γὰρ οὐκ αἰσχρὸς ὁ ἐντελέχειαν τιθεὶς τὴν ψυχὴν λόγος σώματος φυσικοῦ ὀργανικοῦ; πῶς δὲ οὐκ αἰσχύνης γέμων ὁ πνεῦμά πως ἔχειν αὐτὴν ἀποδιδούς, ἢ πῦρ νοερόν, τῇ περιψύξει καὶ οἷον βαφῇ τοῦ ἀέρος ἀναφθὲν ἢ στομωθέν, ὅ τε ἀτόμων ἄθροισμα θεὶς ἢ ὅλως ἀπὸ σώματος αὐτὴν γεννᾶσθαι ἀποφαινόμενος;» ὃν δὴ λόγον ἐν Νόμοις [Plat. Leg. 10.889a] ἀσεβῆ εἶναι ἀπεφήνατο. αἰσχύνης οὖν πάντες οὗτοι πλήρεις λόγοι. ἐπὶ δὲ τῷ λέγοντι «αὐτοκίνητον οὐσίαν» οὐκ ἄν τις, φησίν, αἰσχυνθείη.
Chapter 12

12.1 «Ἔτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν διακοσμεῖν τὰ πάντα διήκουσαν διὰ πάντων, καὶ ταύτην ὑφ’ ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν ἕκαστα, καὶ μηδὲν ἄλλο εἶναι τὴν φύσιν ἢ ψυχήν, καὶ δηλονότι ψυχὴν οὐκ ἄλογον, καὶ ἐκ τούτων συνάγοντος ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλους ὁμολογεῖ.

12.2 οὐ γὰρ εἶναι τὴν φύσιν ψυχήν, καὶ τὰ περὶ γῆν ὑπὸ μὲν φύσεως διοικεῖσθαι. εἶναι γὰρ ἐφ’ ἑκάστῳ τῶν πραγμάτων ἄλλας καὶ ἄλλας αἰτίας· τῶν μὲν γὰρ ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δὲ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν· τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύταις διαιρέσεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον οὐ συνορῶν.

12.3 εἰ γὰρ μὴ μία τις εἴη δύναμις ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα καὶ συνέχουσα, οὔτ’ ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο. τῆς δ’ αὐτῆς ἦν ἄρα ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς ἑνώσεως διαγενέσθαι, καὶ τὸ πᾶν τόδε ἡγήσασθαι πάγκαλον τῷ λόγῳ διαφυλάξειν, οἷόν περ φαίνεται, μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίᾳ.

12.4 καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν ἕκαστα εἶναί φησιν, οἷον ἀρχὴν εἶναι κινήσεως, τοῦτο δὲ εἶναι ψυχὴν οὐ βούλεται· καίτοι καὶ τοῦ Πλάτωνος αὐτοῦ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως ἡ ψυχή. καὶ ὃ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ μηδὲν μάτην ποιεῖν, τοῦτο ἀνατίθησι τῇ φύσει, τοῦ δὲ ὀνόματος αὐτῇ τῆς ψυχῆς οὐ μεταδίδωσιν, ὥσπερ ἐκ τῶν ὀνομάτων, ἀλλ’ οὐκ ἐκ τῶν δυνάμεων, τῶν πραγμάτων λαμβανομένων.»
Chapter 13

13.1 «Tὸ δὲ κεφάλαιον καὶ τὸ κῦρος τῆς Πλάτωνος αἱρέσεως, ἡ περὶ τῶν νοητῶν διάταξις, ἠτίμασται καὶ προπεπηλάκισται καὶ παντοίως, τό γε ἐξὸν ἐπ’ Ἀριστοτέλει, περιύβρισται. οὐ γὰρ δυνάμενος ἐννοῆσαι διότι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνωσιν δεῖται, τῇ δ’ αὑτοῦ λεπτῇ καὶ ταπεινῇ δριμύτητι πιστεύων, ἥτις διαδῦναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ’ ὄντως ἀληθείας ἐποπτεῦσαι τὸ πεδίον οὐχ οἵα τε ἦν, αὑτῷ κανόνι καὶ κριτῇ τῶν ὑπὲρ αὐτὸν χρησάμενος, ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων ἔγνω, λήρους δὲ καὶ τερετίσματα καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα.

13.2 τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος φιλοσοφημάτων ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ ἀίδιον οὐσίαν τὴν τῶν ἰδεῶν, ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος τῇ ψυχῇ πρόκειται. ὁ μὲν γὰρ μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δὲ ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται.

13.3 καὶ διὰ τοῦτο Πλάτων τε πανταχῇ διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν τούτων τῶν φύσεων· οὔτε γὰρ ὧντινωνοῦν ἀποδοῦναί φησιν οἷόν τε εἶναι καλῶς, ἂν μὴ τούτων μεθέξῃ, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῇ πρὸς ταῦτα ἀναφορᾷ, ἀλλ’ οὐδὲ λόγου μετέσεσθαί τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν·

13.4 οἵ τ’ αὖ τὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτῳ τίθενται πάνυ ἀναγκαίως. οὐδὲν γὰρ ἔτι τὸ Πλατωνικὸν ἀπολείπεται, εἰ μὴ τὰς πρώτας καὶ ἀρχικωτάτας φύσεις ταύτας συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. ταῦτα γάρ ἐστιν οἷς μάλιστα τῶν ἄλλων ὑπερέχει.

13.5 νοήσας γὰρ θεὸν πρὸς αὐτὰ τῶν ἀπάντων πατέρα καὶ δημιουργὸν καὶ δεσπότην καὶ κηδεμόνα, καὶ γνωρίζων ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦτο ὃ μέλλει δημιουργήσειν, εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα—ταὐτὸν δή, τὰ τοῦ θεὸν νοήματα πρεσβύτερα τῶν πραγμάτων, τὰ τῶν γενομένων παραδείγματα, ἀσώματα καὶ νοητά, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀεί, μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα, παραίτια δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα οἷά περ ἐστί, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα—συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἷόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς μέλλοντας ἐπακολουθήσειν πραγματευσάμενος ταῦτα, καὶ τὴν σύμπασαν αὑτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι’ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται.»

13.6 Τοσαῦτα ὁ Ἀττικός. παρῆν δὲ καὶ τούτων ἔτι πλείω ἐκ τῆς δηλωθείσης παραθέσθαι τοῦ ἀνδρὸς γραφῆς· πλὴν ἀλλὰ τοῖς ἐκτεθεῖσιν ἀρκεσθέντες μεταβησόμεθα καὶ ἐπὶ τὴν τῶν Στωϊκῶν αἵρεσιν.

13.7 Σωκράτους τοίνυν ἀκουστὴς ἐγένετο Ἀντισθένης, Ἡρακλεωτικός τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἶναι· διὸ καὶ παρῄνει τοῖς γνωρίμοις μηδέποτε χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν.

13.8 τούτου δὲ ἀκουστὴς γέγονε Διογενὴς ὁ κύων, ὃς καὶ αὐτὸς θηριωδέστατα φρονεῖν δόξας πολλοὺς ἐπηγάγετο. τοῦτον Κράτης διεδέξατο· Κράτητος δὲ ἐγένετο Ζήνων ὁ Κιτιεύς, ὁ τῆς τῶν Στωϊκῶν φιλοσόφων αἱρέσεως καταστὰς ἀρχηγός.

13.9 Ζήνωνα δὲ Κλεάνθης διεδέξατο, Κλεάνθην δὲ Χρύσιππος, τοῦτον δὲ Ζήνων ὁ ἕτερος καὶ οἱ καθεξῆς. λέγονται δ’ οὗτοι πάντες διαφερόντως καὶ βίου στερροῦ καὶ διαλεκτικῆς ἐπιμεληθῆναι. τά γέ τοι τῆς κατ’ αὐτοὺς φιλοσοφίας δόγματα ὧδέ πως ἔχει·
Chapter 14

14.1 «Στοιχεῖον εἶναί φασι τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος, τούτου δ’ ἀρχὰς ὕλην καὶ θεόν, ὡς Πλάτων. ἀλλ’ οὗτος ἄμφω σώματά φησιν εἶναι, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον, ἐκείνου τὸ πρῶτον ποιοῦν αἴτιον ἀσώματον εἶναι λέγοντος.

14.2 ἔπειτα δὲ καὶ κατά τινας εἱμαρμένους χρόνους ἐκπυροῦσθαι τὸν σύμπαντα κόσμον, εἶτ’ αὖθις πάλιν διακοσμεῖσθαι. τὸ μέντοι πρῶτον πῦρ εἶναι καθαπερεί τι σπέρμα, τῶν ἀπάντων ἔχον τοὺς λόγους καὶ τὰς αἰτίας τῶν γεγονότων καὶ τῶν γιγνομένων καὶ τῶν ἐσομένων· τὴν δὲ τούτων ἐπιπλοκὴν καὶ ἀκολουθίαν εἱμαρμένην καὶ ἐπιστήμην καὶ ἀλήθειαν καὶ νόμον εἶναι τῶν ὄντων ἀδιάδραστόν τινα καὶ ἄφυκτον. ταύτῃ δὲ πάντα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον ὑπέρευ, καθάπερ ἐν εὐνομωτάτῃ τινὶ πολιτείᾳ.»
Chapter 15

15.1 «Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι προσαγορεύουσι θεόν· τοῦτον δὲ ἕνα μόνον εἶναί φασι καὶ πεπερασμένον καὶ ζῷον καὶ ἀΐδιον καὶ θεόν. ἐν γὰρ τούτῳ πάντα περιέχεσθαι τὰ σώματα, κενὸν δὲ μηδὲν ὑπάρχειν ἐν αὐτῷ. τὸ γὰρ ἐκ πάσης τῆς οὐσίας ποιὸν προσαγορεύεσθαι, τὸ κατὰ τὴν διακόσμησιν τὴν τοιαύτην διάταξιν ἔχον.

15.2 διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν ἀΐδιον τὸν κόσμον εἶναί φασι, κατὰ δὲ τὴν διακόσμησιν γεννητὸν καὶ μεταβλητὸν κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας.

15.3 καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας ποιὸν κόσμον ἀΐδιον εἶναι καὶ θεόν· λέγεσθαι δὲ κόσμον σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἐν αὐτοῖς φύσεων· λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθρώπων καὶ τῶν ἕνεκα τούτων γενομένων.

15.4 ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς, τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς πολίταις σύστημα, οὕτω καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων, τῶν δὲ ἀνθρώπων ὑποτεταγμένων.

15.5 κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους, διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα θεόν, εὐεργετικὸν ὄντα καὶ χρηστὸν καὶ φιλάνθρωπον, δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς ἀρετάς.

15.6 διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῆν αἴτιος ἡμῖν ἐστί. καθ’ ὅσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀιδίου, προσονομάζεσθαι Εἱμαρμένην· Ἀδράστειαν δέ, ὅτι οὐδὲν ἔστιν αὐτὸν ἀποδιδράσκειν· Πρόνοιαν δ’, ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα.

15.7 ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι, διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν, καὶ πλεῖστα συμβάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα καὶ τὰς ἄλλας ὥρας.

15.8 τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον, ἅτε πάντων εὐκινητότατον ὄντα, καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.»

15.9 Ταῦτα μὲν οὖν ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου προκείσθω· πρὸς δὲ τὴν περὶ θεοῦ τῶν Στωϊκῶν δόξαν ἀπαρκεῖ παραθέσθαι τὰς Πορφυρίου λέξεις ἐν τοῖς πρὸς Βόηθον ἀντιγραφεῖσιν αὐτῷ Περὶ ψυχῆς τοῦτον ἐχούσας τὸν τρόπον·
Chapter 16
16.1 «Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀίδιον καταλείπειν, καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι, ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον, ἀντιλέγειν τε Ἀριστοτέλει, παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου.

16.2 ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ, ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἶναι, τὸ τοιοῦτον δ’ εἰπόντες καὶ πιστεύειν αὐτοῖς εἰποῦσιν ἀξιώσαντες, τῇ ἀλόγῳ ταύτῃ πίστει ἐπισυνάπτουσιν ὅτι καὶ ἀίδιόν ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτῶν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μηκύνοι;»
Chapter 17

17.1 «Ἀλλὰ τί δή ἐστι τὸ ὄν; ἆρα ταυτὶ τὰ στοιχεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ καὶ αἱ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι ξυλλήβδην ἢ καθ’ ἕν γέ τι αὐτῶν; καὶ πῶς, ἅ γέ ἐστι καὶ γεννητὰ καὶ παλινάγρετα, εἴ γε ἔστιν ὁρᾶν αὐτὰ ἐξ ἀλλήλων γινόμενα, καὶ ἐπαλλασσόμενα, καὶ μήτε στοιχεῖα ὑπάρχοντα μήτε συλλαβάς;

17.2 σῶμα μὲν ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. ἀλλ’ ἄρα ταυτὶ μὲν οὔ, ἡ δ’ ὕλη δύναται εἶναι ὄν; ἀλλὰ καὶ αὐτὴ παντὸς μᾶλλον ἀδύνατον, ἀρρωστίᾳ τοῦ μένειν. ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύρροπος, βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος.

17.3 καὶ μετὰ βραχέα ἐπιλέγει· Ὥστε καλῶς ὁ λόγος εἴρηκε, φάς, εἰ ἔστιν ἄπειρος ἡ ὕλη, ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογος· εἰ δὲ ἄλογος, ἄγνωστος. ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον· ὡς τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδια· τὸ δὲ ἄτακτον οὐχ ἕστηκεν· ὅ τι δὲ μὴ ἕστηκεν οὐκ ἂν εἴη ὄν.

17.4 τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἶναι. δοξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ μή, ἀλλ’ ἐμοί. οὐκοῦν φημὶ τὴν ὕλην οὔτε αὐτὴν οὔτε τὰ σώματα εἶναι ὄν.

17.5 τί οὖν δή; ἦ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; ναί· τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι.

17.6 ἐπεὶ δὲ τὰ σώματά ἐστι φύσει τεθνηκότα καὶ νεκρὰ καὶ πεφορημένα καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς δεῖ; παντὸς μᾶλλον.

17.7 εἰ μὴ τύχοι δὲ τούτου, ἄρα μείνειεν ἄν; παντὸς ἧττον. τί οὖν ἐστι τὸ κατασχῆσον; εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Διὸς σωτῆρος δοκεῖ ἂν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον.

17.8 εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ, ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε, καὶ ἔστιν ἀραρυῖα καὶ οὐδὲν σωματική. οὔτε γοῦν γίνεται οὔτε αὔξεται οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν, καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.»
Chapter 18

18.1 «Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ τῆς αἱρέσεως ταύτης ἐξαιθεροῦσθαι πάντα, κατὰ περιόδους τινὰς τὰς μεγίστας εἰς πῦρ αἰθερῶδες ἀναλυομένων πάντων.»

Καὶ ἑξῆς ἐπάγει·

18.2 «Ἐκ τούτων δὲ δῆλον ὅτι Χρύσιππος ἐπὶ τῆς οὐσίας οὐ ταύτην παρείληφε τὴν σύγχυσιν· ἀδύνατον γάρ· ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην. οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περιόδους τῆς μεγίστης γινομένης φθορᾶς κυρίως παραλαμβάνουσι τὴν φθοράν οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογματίζοντες, ἣν δὴ καλοῦσιν ἐκπύρωσιν, ἀλλ’ ἀντὶ τῆς κατὰ φύσιν μεταβολῆς χρῶνται τῇ προσηγορίᾳ τῆς φθορᾶς.

18.3 ἀρέσκει γὰρ τοῖς Στωϊκοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν, οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα τὸ πρότερον ἦν. καὶ τοῦτο τὸ δόγμα τῶν ἀπὸ τῆς αἱρέσεως οἱ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο, Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος. τὸν μὲν γὰρ τούτου μαθητὴν καὶ διάδοχον τῆς σχολῆς Ζήνωνα φασὶν ἐπισχεῖν περὶ τῆς ἐκπυρώσεως τῶν ὅλων.»
Chapter 19

19.1 «Ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λόγος, καὶ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα, ἐν τῇ πάσῃ τῇ οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστασις.

19.2 ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ ἧς διακοσμεῖσθαι ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐτὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων ἀκαταπαύστως. οὔτε γὰρ τῆς ἀρχῆς αἰτίαν καὶ πᾶσαν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος αὐτά.

19.3 οὐσίαν τε γὰρ τοῖς γινομένοις ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσαν ἐξ αὐτῆς. οἵα γὰρ ἐφ’ ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα, τοιούτου τινὸς κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγεννήτου· γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης. ὃν τρόπον δ’ ἀγέννητός ἐστι καὶ ἀναιρεθῆναι ἀδύνατόν ἐστιν αὐτήν, οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν.»
Chapter 20

20.1 «Τὸ δὲ σπέρμα φησὶν ὁ Ζήνων εἶναι ὃ μεθίησιν ἄνθρωπος πνεῦμα μεθ’ ὑγροῦ, ψυχῆς μέρος καὶ ἀπόσπασμα, καὶ τοῦ σπέρματος τοῦ τῶν προγόνων κέρασμα καὶ μίγμα τῶν τῆς ψυχῆς μερῶν συνεληλυθός· ἔχον γὰρ τοὺς λόγους τῷ ὅλῳ τοὺς αὐτοὺς τοῦτο, ὅταν ἀφεθῇ εἰς τὴν μήτραν, συλληφθὲν ὑπ’ ἄλλου πνεύματος, μέρος ψυχῆς τῆς τοῦ θήλεος καὶ συμφυὲς γενόμενον, κρυφθέν τε φύει κινούμενον καὶ ἀναρριπιζόμενον ὑπ’ ἐκείνου, προσλαμβάνον ἀεὶ εἰς τὸ ὑγρὸν καὶ αὐξάνον ἐξ ἑαυτοῦ.»

20.2 Καὶ μετὰ βραχέα ἐπιλέγει· «Περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἴσθησιν, ἢ ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανίσαι ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς, λέγων οὕτως· “ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.”»

20.3 «Ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων, αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει, ὅτι τυποῦσθαί γε δύναται τὸ μέρος τὸ ἡγούμενον αὐτῆς ἀπὸ τῶν ὄντων καὶ ὑπαρχόντων διὰ τῶν αἰσθητηρίων καὶ παραδέχεσθαι τὰς τυπώσεις. ταῦτα γὰρ ἴδια ψυχῆς ἐστι.»

20.4 Καὶ μεθ’ ἕτερα· «Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασίν, ὃ καλοῦσιν αἰθέρα, καὶ ἀέρα κύκλῳ περὶ τὴν γῆν καὶ θάλασσαν, καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ τὰς τῶν ἀποθανόντων ψυχάς.»

20.5 «Ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀΐδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ ἐκείνῃ. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν ἑαυτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή.»

20.6 Καὶ ἔτι μετ’ ὀλίγα·

«Τὴν δὲ ψυχὴν γεννητήν τε καὶ φθαρτὴν λέγουσιν· οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτήν· τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους.»

20.7 «Τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτω λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γινόμενοι τοῦ σώματος χωρισθέντος καὶ εἰς ἐλάττω μεταβαλόντος οὐσίαν τὴν τῆς ψυχῆς. τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.»

20.8 Τοιαῦτα καὶ τὰ τῆς Στωϊκῆς φιλοσοφίας δόγματα ἀπὸ τῶν Ἐπιτομῶν Ἀρείου Διδύμου συνειλεγμένα. Πρὸς δὲ τὴν περὶ ψυχῆς ἄτοπον τῶν ἀνδρῶν δόξαν ἀπαρκεῖ τὰ παρὰ Λογγίνῳ τῷ καθ’ ἡμᾶς συντόμως ἀντειρημένα διὰ τούτων.
Chapter 21

21.1 «Συνελόντι δ’ εἰπεῖν, πόρρω μοι δοκοῦσιν ἀφεστηκέναι τοῦ τὰ δέοντα λογίζεσθαι πάντες ἐφεξῆς ὁπόσοι τὴν ψυχὴν σῶμα ἀπεφήναντο. πῶς γὰρ ὅλως ἐγχωρεῖ παραπλήσιον εἶναί τινι τῶν στοιχείων τὸ κατ’ αὐτὴν θεῖναι; ποῦ δὲ ἐπὶ τὰς κράσεις καὶ μίξεις ἀνενεγκεῖν; αἳ κατὰ πολλοὺς γιγνόμεναι τρόπους ἄλλων μὲν ἀμυθήτων ἰδέας σωμάτων ἀπογεννᾶν πεφύκασιν, ἐν οἷς εἰ καὶ μὴ συνεχῶς, ἀλλ’ οὖν πόρρωθεν ἰδεῖν ἔνι τὴν τῶν στοιχείων αἰτίαν καὶ τὴν πρὸς τὰ δεύτερα καὶ τρίτα τῶν πρώτων ἀφορμήν. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις, ὡς Ἐπίκουρος καὶ Χρύσιππος, ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύναμιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων.

21.2 τί γὰρ ἡ τοῦ πνεύματος ἡμῖν λεπτότης πρὸ ἔργου γένοιτ’ ἂν εἰς φαντασίας καὶ λογισμούς; τί δέ; τῶν ἀτόμων σχῆμα τοσαύτην παρὰ τὰ ἄλλα ἔχει δύναμιν καὶ τροπήν, ὥστε φρόνησιν γεννᾶν, ὅταν εἰς ἑτέρου πλάσιν ἐγκαταμιχθῇ σώματος; οἶμαι μὲν ὡς οὐδ’ εἰ τῶν Ἡφαίστου τις ὢν τύχοι τριπόδων καὶ θεραπαινῶν, (ὧν φησιν Ὅμηρος τοὺς μὲν αὐτομάτους εἰς τὸν ἀγῶνα δι’ αὑτῶν χωρεῖν, τὰς δὲ συνεργάζεσθαι τῷ δεσπότῃ, καὶ μηδενὸς οἴων οἱ ζῶντες ἔχουσι πλεονεκτημάτων ἀπολείπεσθαι) μή τί γε δὴ τῶν ἐκ ταὐτομάτου ψηγμάτων, καὶ αὖ τοῖς ἐπὶ τῶν αἰγιαλῶν προσέοικε λίθοις, εἰς τὸ δύνασθαί τι περιττότερον ποιεῖν πρὸς αἴσθησιν.

21.3 Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. τί γάρ, ὦ πρὸς θεῶν, κοινὸν ὅλως ἀναθυμιάσει καὶ ψυχῇ; ποῦ δὲ ἐγχωρεῖ νομίσαντας τούτῳ προσεοικέναι τήν τε ἡμετέραν καὶ τὴν τῶν ἄλλων ζῴων οὐσίαν, τοῦτο μὲν φαντασίας καὶ μνήμας οἵους τε εἶναι σώζειν διαρκεῖς, τοῦτο δὲ ὁρμὰς καὶ βουλήσεις τῶν λυσιτελούντων εἰς σύνεσιν πραγμάτων; ἦ τἄρα καὶ τοὺς θεοὺς καὶ τὸν διὰ πάντων παρήκοντα ὁμοίως ἐπιγείων τε καὶ οὐρανίων εἰς ἀναθυμίασιν καὶ καπνὸν καὶ τοιαύτην φλυαρίαν καταθήσομεν, καὶ οὐδὲ τοὺς ποιητὰς αἰσχυνόμεθα, οἳ καίπερ ἀκριβῆ σύνεσιν τῶν θεῶν οὐκ ἔχοντες, ὅμως τὰ μὲν ἐκ τῆς κοινῆς ἐπινοίας τῶν ἀνθρώπων, τὰ δὲ ἐξ ἐπιπνοίας τῶν Μουσῶν, ἣ κινεῖν αὐτοὺς ἐπὶ ταὐτὰ πέφυκε, σεμνότερα εἰρήκασι περὶ αὐτῶν, καὶ οὐκ ἀναθυμιάσεις, οὐδ’ ἀέρας, οὐδὲ πνεύματα καὶ λήρους;»

Ταῦτά σοι καὶ ὁ Λογγῖνος. ἐπάκουσον δὲ καὶ Πλωτίνου τὰ τοιάδε πρὸς τοὺς αὐτοὺς ἀποτεινομένου·
Chapter 22

22.1 «Εἰ ἔστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἢ φθείρεται πᾶς, ἢ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθοράν, τὰ δὲ μένει εἰσαεὶ ἅπερ ἐστίν, αὐτὸς ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος.

22.2 ἁπλοῦν μὲν δή τι οὐκ ἂν εἴη ἄνθρωπος, ἀλλ’ ἔστιν ἐν αὐτῷ ψυχή, ἔχει δὲ καὶ σῶμα· εἴτ’ οὖν ὡς ὄργανον ἡμῖν, εἴτε ἕτερον τρόπον προσηρτημένον, ἀλλ’ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἑκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον.

22.3 Τὸ μὲν δὴ σῶμα, καὶ αὐτὸ συγκείμενον, οὔτε παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις.

22.4 κἂν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἓν οὐκ ἔστιν, λύσιν δεχόμενον εἴς τε μορφὴν καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἁπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα, καὶ ταύτῃ φθορὰν ἂν ὑπομένοι.

22.5 ὥστε εἰ μὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι· εἰ δ’ ὄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἂν ἢ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην τὸ σῶμα, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον. ἑκατέρως δὲ ἡ ψυχὴ αὐτός.

22.6 Τοῦτο οὖν τίνα φύσιν ἔχει; ἢ σῶμα μὲν ὂν πάντως ἀναλυτέον· σύνθετον γὰρ πᾶν γε σῶμα· εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ κατὰ τὸν αὐτὸν τρόπον, ἢ κατὰ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχήν, ἀναλύειν.

22.7 ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα τὴν ψυχήν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη, ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν· ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μή, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἑνὶ αὐτῶν προσείη τὸ ζῆν, αὐτὸ τοῦτο ἂν εἴη ψυχή.

22.8 τί ἂν οὖν εἴη σῶμα, ζωὴν παρ’ αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παρ’ αὑτῶν· καὶ ὅτῳ τούτων πάρεστι ψυχή, τοῦτο ἐπακτῷ κέχρηται ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι. οἷς δὲ δοκεῖ εἶναι στοιχεῖα, τούτων ἕτερα σώματα, οὐ ψυχαὶ ἐλέχθησαν εἶναι, οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωήν, ἄτοπον.

22.9 εἰ δὲ ἕκαστον ζωὴν ἔχει, καὶ ἓν ἀρκεῖ· μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γενέσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον· ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς.

22.10 οὐ γὰρ ὅτι σύνθετον, ἀλλ’ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν, ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντί, εἴπερ λόγος προσελθὼν τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ’ ἂν προσέλθοι λόγος ἢ παρὰ ψυχῆς.

22.11 Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι, τῇ ἐνώσει καὶ ὁμοιοπαθείᾳ ἐλέγχοιτ’ ἂν καὶ τῇ παραθέσει· μὴ δι’ ὅλου, οὐ γινομένου ἑνός, οὐδὲ συμπαθοῦς ἐξ ἀπαθῶν, καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων· ψυχὴ δὲ ἑαυτῇ συμπαθής· ἐκ δὲ ἀμερῶν σῶμα οὐδὲ μέγεθος ἂν γένοιτο.

22.12 καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος, τὸ μὲν ὅσον ὑλικὸν παρ’ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσουσιν· (ὕλη γὰρ ἄποιον) τὸ δὲ κατὰ τὸ εἶδος τεταγμένον ἐπιφέρειν τὴν ζωήν· εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή· καὶ οὐκ ἔσται αὖ σῶμα, οὐ γὰρ ἐξ ὕλης καὶ αὐτό, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύσομεν.

22.13 εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ’ οὐκ οὐσίαν φήσουσιν εἶναι, ἀφ’ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη ἑαυτὴν μορφοῖ, οὐδὲ ἑαυτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι εἶναι τὸ χορηγὸν ζωῆς, εἴτε τῇ ὕλῃ ἡ χορηγία, εἴθ’ ὁτῳοὺν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωματικῆς φύσεως, ἐπεὶ οὐδ’ ἂν εἴη σῶμα οὐδὲν ψυχικῆς δυνάμεως οὐκ οὔσης.

22.14 ῥεῖ γάρ, καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτ’ ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἐνὶ αὐτῶν ψυχήν τις θεῖτο. τὰ αὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν, ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν.

22.15 τάχα δ’ ἂν οὐδ’ ἂν ἡ ὕλη τὸ παράπαν εἴη. λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει, διδοὺς αὐτῷ ψυχῆς τάξιν, μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ, καὶ τῷ ἓν εἶναι ἔχοντι οὐ παρ’ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῇ ποιήσει;

22.16 τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς τάξεως, ἢ λόγος, ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς σύστασιν καὶ ζῴου ἑκάστου, ἄλλης παρ’ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης, ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.»

22.17 «Μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς ἢ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν ψυχῆς δυνάμεσιν ἱδρῦσθαι.

22.18 εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τὸ δὲ πολυθρύλητον αὐτοῖς πῶς ἔχει, εἰς ὃ καταφεύγουσιν, ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύσιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχή, ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δέ πως ἔχον πνεῦμα φήσουσι· τό πως ἔχον τοῦτο, καὶ ταύτην τὴν σχέσιν, ἢ τῶν ὄντων τι φήσουσιν, ἢ μηδέν.

22.19 ἀλλ’ εἰ μὲν μηδέν, πνεῦμα ἂν εἴη μόνον, τὸ δέ πως ἔχον ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην· καὶ ψυχὴν καὶ θεὸν καὶ ὄνομα τὰ πάντα, ἐκεῖνο δὲ μόνον. εἰ δὲ τῶν ὄντων ἡ σχέσις, καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μέν, ἄυλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις, καὶ οὐ σῶμα, καὶ φύσις ἑτέρα.

22.20 ἔτι δὲ καὶ ἐκ τῶνδε οὐχ ἧττον φαίνεται ἀδύνατον ὂν τὴν ψυχὴν εἶναι σῶμα ὁτιοῦν. ἢ γὰρ θερμόν ἐστιν ἢ ψυχρόν, ἢ σκληρὸν ἢ μαλακόν, ὑγρόν τε ἢ πεπηγός, μέλαν τε ἢ λευκόν, καὶ πάντα ὅσα ποιότητες σωμάτων ἄλλαι ἐν ἄλλοις. καὶ εἰ μὲν θερμόν, μόνον θερμανεῖ, ψυχρὸν δὲ μόνον ψύξει, καὶ κοῦφα ποιήσει τὸ κοῦφον προσγενόμενον καὶ παρόν, καὶ βαρυνεῖ τὸ βαρή, καὶ μελανεῖ τὸ μέλαν, καὶ τὸ λευκὸν λευκὸν ποιήσει.

22.21 οὐ γὰρ πυρὸς τὸ ψύχειν, οὐδὲ τοῦ ψυχροῦ θερμὰ ποιεῖν. ἀλλ’ ἥ γε ψυχὴ καὶ ἐν ἄλλοις μὲν ζῴοις ἄλλα, τὰ δὲ ἄλλα ποιεῖ, καὶ ἐν τῷ αὐτῷ δὲ τὰ ἐναντία, τὰ μὲν πηγνῦσα, τὰ δὲ χέουσα, καὶ τὰ μὲν πυκνά, τὰ δὲ ἀραιά, μέλανα, λευκά, κοῦφα, βαρέα· καίτοι ἓν ἔδει ποιεῖν, κατὰ τὴν τοῦ σώματος ποιότητά τε τὴν ἄλλην καὶ χρόαν, νῦν δὲ πολλά.»

22.22 «Τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ’ οὐ μίαν, μιᾶς οὔσης παντὸς σώματος κινήσεως; εἰ δὲ τῶν μὲν τοῦτο, ἀλλ’ οὐ σώματος ἡ προαίρεσις, οὐδὲ οἱ λόγοι διάφοροί γε ὄντες, ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ σώματος, καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὅσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι.

22.23 τὸ δὲ καὶ ἐν χρόνοις αὔξειν, καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ γένοιτο; ᾧ προσήκει μὲν αὔξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ τοῦ αὔξειν εἶναι, ἢ ὅσον παραληφθείη ἂν ἐν ὕλης ὄγκῳ ὑπηρετοῦν τῷ δι’ αὐτοῦ τὴν αὔξην ἐργαζομένῳ·

22.24 καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὔξοι, ἀνάγκη καὶ αὐτὴν αὔξεσθαι. προσθήκη δηλονότι ὁμοίου σώματος, εἰ μέλλει εἰς ἴσον ἰέναι τῷ αὐξομένῳ ὑπ’ αὐτῆς. καὶ ἡ ψυχὴ ἔσται τὸ προστιθέμενον, ἢ ἄψυχον σῶμα. καὶ εἰ μὲν ψυχή, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς προστιθεμένης; εἰ δὲ ἄψυχον τὸ προστιθέμενον, πῶς τοῦτο ψυχωθήσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει καὶ ἓν ἔσται καὶ τῶν αὐτῶν δοξῶν τῷ πρώτῳ μεταλήψεται; ἀλλ’ οὐχ ὥσπερ ξένη ψυχὴ αὕτη ἐν ἀγνοίᾳ ἔσται ὧν ἡ ἑτέρα οἶδε; καὶ ὥσπερ ὁ ἄλλος ὄγκος ἡμῶν τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι προσελεύσεται, οὐδὲν δὲ ἔσται τὸ αὐτό;

22.25 πῶς οὖν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνῶσις οἰκείων, οὐδέποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι, φύσις δὲ σώματος μεριζόμενον εἰς πλείω, ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ· εἰ τοσόνδε μέγεθος ψυχή, ὃ ἂν ἔλαττον ᾖ, ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει τοῦ εἶναι τὸ πρόσθεν ἠλλάξατο.

22.26 εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν τῇ ποιότητι ταὐτὸν μένοι, ᾗ μὲν σῶμα, ἕτερόν ἐστι, καὶ ᾗ ποσόν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσώζειν δύναται.

22.27 τί τοίνυν φήσουσιν οἱ τὴν ψυχὴν σῶμα εἶναι λέγοντες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχή, οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος;

22.28 οὐδὲν ἄρα τὸ μέγεθος συνεβάλλετο τῇ οὐσίᾳ αὐτῆς· (καίτοι ἔδει γε, ποσοῦ τινος ὄντος) καὶ ὅλον πολλαχῇ, ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ αὐτὸ ὅλον εἶναι, καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν.

22.29 εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φήσουσιν, ἐξ ἀψύχων ψυχὴ αὐτοῖς ὑπάρξει. καὶ προσέτι, εἰ ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται ἐφ’ ἑκάτερα, ἢ ἐπὶ τὸ ἔλαττόν γε, ἢ ἐπὶ τὸ μεῖζον, ψυχὴ οὐκ ἔσται.

22.30 ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος δίδυμα γένηται γεννήματα, ἢ καί, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις, πλεῖστα, τοῦ σπέρματος εἰς πολλοὺς τόπους μεριζομένου, οὗ δὴ ὅλον ἕκαστόν ἐστι, πῶς οὐ διδάσκει τοῦτο τοὺς βουλομένους μανθάνειν ὡς ὅπου τὸ μέρος ταὐτόν ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὐτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ αὐτὸ εἶναι ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτό, τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔσης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι.»

22.31 «Ὅτι δὲ εἰ σῶμα εἴη ἡ ψυχή, οὔτε τὸ αἰσθάνεσθαι, οὔτε τὸ νοεῖν, οὔτε τὸ ἐπίστασθαι, οὔτε ἀρεταί ταί, οὔτε τι τῶν καλῶν ἔσται, ἐκ τῶνδε δῆλον. εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἓν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι· καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη, ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δι’ ἑνὸς ποικίλον, οἷον πρόσωπον.

22.32 οὐ γὰρ ἄλλο μὲν ῥινός, ἄλλο δὲ ὀφθαλμοῦ, ἀλλὰ ταὐτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι’ ὀμμάτων, τὸ δὲ δι’ ἀκοῆς, ἕν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου, τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι ἓν ὄντως.

22.33 εἰ δὲ διεστὼς τοῦτο γένοιτο, καὶ οἷον γραμμῆς ἐπ’ ἄμφω τὰ πέρατα αἱ αἰσθήσεις προσβάλλοιεν, ἢ συνδραμεῖται εἰς ἓν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον ἢ ἄλλο· τὸ δὲ ἄλλο ἑκάτερον ἑκατέρου αἴσθησιν ἕξει, ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου, σὺ δὲ ἄλλου αἴσθοιο.

22.34 καὶ εἰ ἓν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, εἰς ἓν συναιρεθήσεται, ὅπερ καὶ φαίνεται· συναιρεῖται γὰρ καὶ ἐν αὐταῖς ταῖς κόραις· (ἢ πῶς ἂν τὰ μέγιστα διὰ τούτων ὁρῷτο;) ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι. καὶ ἔσται ἀμερὲς τοῦτο, ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἄν, ὥστε ἄλλον ἄλλου μέρους καὶ μηδένα ἡμῶν ὅλου τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν.

22.35 ἀλλὰ γὰρ ἕν ἐστι τὸ πᾶν· πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ τὸ ἴσον τῷ ἴσῳ ἐφαρμόσει, ὅτι οὐκ ἴσον τὸ ἡγεμονοῦν παντὶ αἰσθητῷ. κατὰ πηλίκα οὖν ἡ διαίρεσις; ἢ εἰς τοσαῦτα διαιρεθήσεται, καθ’ ὅσον ἂν ἀριθμοῦ ἔχῃ εἰς ποικιλίαν τὸ εἰσιὸν αἴσθημα;

22.36 καὶ ἕκαστον δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἄρα καὶ τοῖς μορίοις αὐτοῦ αἰσθήσεται. ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα διαιρεῖσθαι τοῦ μεγέθους πεφυκότος, ἀπείρους καὶ αἰσθήσεις καθ’ ἕκαστον αἰσθητὸν συμβήσεται γίγνεσθαι ἑκάστῳ, οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας.

22.37 καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου, οὐκ ἂν ἄλλῳ τρόπῳ γένοιτο τὸ αἰσθάνεσθαι ἢ οἷον ἐν κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ’ οὖν εἰς αἷμα εἴτ’ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. εἰ μὲν οὖν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ, συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη·

22.38 εἰ δ’ ἐμμενοῦσιν οἱ τύποι, ἢ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων, ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γιγνομένων ἄλλων ἐκεῖνοι οἱ πρότερον ἀπολοῦνται, ὥστε οὐδὲν ἔσται τὸ μνημονεύειν. εἰ δέ ἐστι τὸ μνημονεύειν καὶ ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις, οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι.»

22.39 «Ἴδοι δ’ ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως τὸ αὐτὸ τοῦτο. ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δὲ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίγνεται. ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους, τοῦ πνεύματος τὸ ἡγεμονοῦν αἰσθάνεται, καὶ ὅλη ψυχὴ τὸ αὐτὸ πάσχει.

22.40 πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχικοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς, καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἡγεμονοῦν ἀφίκοιτο.

22.41 ἀνάγκη τοίνυν εἰ τὸ πρῶτον πόνου ᾔσθετο, ἄλλην τὴν αἴσθησιν τοῦ δευτέρου εἶναι, καὶ εἰ κατὰ διάδοσιν ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην, καὶ πολλὰς αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος γίγνεσθαι, καὶ τούτων πασῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθέσθαι, καὶ τῆς ἑαυτοῦ παρὰ ταύτας.

22.42 Τὸ δὲ ἀληθές, ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύλῳ ἀλγήματος αἰσθάνεσθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ, καὶ τοῦτο γινώσκειν μόνον, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν, μὴ ἐπιστάμενον ὅτι ἀλγεῖ ὁ δάκτυλος.

22.43 εἰ τοίνυν κατὰ διάδοσιν τὴν αἴσθησιν ὄγκου ὄντος, ἄλλου παθόντος, ἄλλου γνῶσιν εἶναι. Παντὸς γὰρ μεγέθους, εἰ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἐστίν, δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον, οἷον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αὐτὸ εἶναι. Τοῦτο δὲ ἄλλῳ τινὶ τῶν ὄντων ἢ σώματι ποιεῖν προσήκει.»

22.44 «Ὅτι δὲ οὐδὲ νοεῖν οἷόν τε εἰ σῶμα ἡ ψυχὴ ὁτιοῦν εἴη δεικτέον ἐκ τῶνδε. Εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἂν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβάνειν, ἢ ταὐτὸν ἔσται τῷ αἰσθάνεσθαι.

22.45 Εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ σώματος ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα αὖ τὸ νοῆσον εἶναι, ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. Εἰ δὲ μὴ βούλονται, ἀλλ’ οὖν ἔσονταί γε καὶ νοητῶν τινῶν νοήσεις καὶ ἀμεγέθων ἀντιλήψεις.

22.46 πῶς οὖν μέγεθος ὂν τὸ μὴ μέγεθος νοήσει καὶ τῷ μεριστῷ τὸ μὴ μεριστὸν νοήσει; ἢ μέρει τινὶ ἀμερεῖ αὐτοῦ; εἰ δὲ τοῦτο, οὐ σῶμα ἔσται τὸ νοῆσον. οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν· ἀρκεῖ γὰρ καὶ ἕν τι.

22.47 εἰ μὲν οὖν συγχωρήσονται τὰς πρώτας νοήσεις, ὅπερ ἀληθές ἐστι, εἶναι τῶν πάντῃ σώματος καθαρωτάτων, αὐτὸ ἑκάστου, ἀνάγκη καὶ τὸ νοοῦν σώματος καθαρὸν ὄν, ἢ γιγνόμενον, γινώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν εἶναι, ἀλλὰ χωριζομένων γε τῶν σωμάτων γίγνονται, τοῦ νοῦ χωρίζοντος.

22.48 οὐ γὰρ δὴ μετὰ σαρκῶν, ἢ ὅλως ὕλης ὁ χωρισμὸς κύκλου καὶ τριγώνου καὶ γραμμῆς καὶ σημείου. δεῖ ἄρα καὶ τὴν ψυχὴν σώματος αὐτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δὲ οἶμαι καὶ τὸ καλὸν καὶ τὸ δίκαιον, καὶ ἡ τούτων ἄρα νόησις. ὥστε καὶ προσιόντα τῷ ἀμερεῖ αὐτῆς ὑποδέξεται καὶ ἐν αὐτῇ ἀμερῆ κείσεται.»

22.49 «Πῶς δ’ ἂν καὶ σώματος ὄντος τῆς ψυχῆς, ἀρεταὶ αὐτῆς σωφροσύνη καὶ δικαιοσύνη, ἀνδρεία τε καὶ ἄλλαι; πνεῦμά τι γάρ, ἢ αἷμά τι, τὸ σωφρονεῖν εἴη ἢ δικαιότης, ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία τὸ δυσπαθὲς τοῦ πνεύματος εἴη, καὶ ἡ σωφροσύνη ἡ εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις, καθ’ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα.

22.50 ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύματι εἶναι προσήκοι ἄν, σωφρονεῖν δὲ τί δεῖ πνεύματι; ἀλλ’ οὖν τοὐναντίον, ἐν περιπτύξεσι καὶ ἁφαῖς εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ συμμέτρως ψύχους ἵμερος, ἢ μαλακοῖς τισι καὶ ἁπλοῖς καὶ λείοις πελάσει; τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι;

22.51 πότερον δὲ ἀιδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρημάτων καὶ τῶν ἄλλων τῶν νοητῶν ἡ ψυχὴ ἐφάπτεται, ἢ γίνεταί τῳ ἡ ἀρετὴ καὶ ὠφελεῖ καὶ πάλιν φθείρεται; ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν; οὕτω γὰρ ἂν ἐκεῖνο πάλιν μένοι. δεῖ ἄρα ἀιδίων εἶναι καὶ μενόντων, οἷα καὶ τὰ ἐν γεωμετρίᾳ. εἰ δὲ ἀιδίων καὶ μενόντων, οὐ σωμάτων. καὶ δεῖ ἄρα καὶ ἐν ᾧ ἔσται, τοιοῦτον εἶναι· ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ μένει, ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα.»

22.52 «Εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις ὁρῶντες θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας ἐνταῦθα τάττουσι τὴν ψυχήν, οἷον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες αὐτήν, πρῶτον μὲν ἀγνοοῦσιν ὡς καὶ ταῦτα τὰ σώματα δυνάμεσι ταῖς ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται· ἔπειτα ὅτι οὐ ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, ἐπιμελεῖσθαι ἐμφρόνως καὶ καλῶς ἅπαντα, ἄλλην οὐσίαν ζητεῖ.

22.53 τὰς οὖν δυνάμεις τῶν ἀσωμάτων μεταβιβάσαντες εἰς τὰ σώματα οὐδεμίαν ἐκείνοις καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται ἐκ τῶνδε δῆλον. ὁμολογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι, καὶ πᾶν σῶμα ποσὸν εἶναι, καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι, ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν ἕτερον οὖσαν ποσοῦ, ἕτερον σώματος εἶναι.

22.54 πῶς γὰρ μὴ ποσὸς οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; καὶ μήν, ὅπερ καὶ ἄνω που ἐλέγετο, εἰ πᾶν σῶμα μεριζόμενον καὶ πᾶν ἀφαιρεῖται ὅπερ ἦν, κερματιζομένου δὲ τοῦ σώματος ἐφ’ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης μένει, οἷον ἡ γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον γλυκύτης ἐστὶν ἐφ’ ἑκάστῳ, οὐκ ἂν εἴη σῶμα γλυκύτης. ὁμοίως καὶ αἱ ἄλλαι.

22.55 ἔπειτα εἰ σώματα ἦσαν αἱ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραί, ὀλίγοι δὲ μικρότατοι τῶν ὄγκων μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον· ἀμεγέθει ἄρα.

22.56 τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι σῶμα, ὥς φασιν, οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μηδ’ ὅτι πνεύματος ἢ αἵματος ἀποστάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι, οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲ ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ.»

22.57 «Ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχή, ὥσπερ εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν. οὐκ ἄρα ἔχομεν ψυχήν.

22.58 τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκράσθαι ὅλον δι’ ὅλου, ὡς ὅπου ἂν ᾖ καὶ θάτερον, εἶναι ἴσον ὄγκον ἀμφοτέρων, καὶ τὸ πᾶν κατεχόντων, καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις· (οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι·) διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον· (ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι·) ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει κατὰ πᾶν.

22.59 ἀνάγκη τοίνυν εἰ καθ’ ὁτιοῦν σημεῖον, καὶ μὴ μεταξύ, σῶμα ἔσται ὃ μὴ τέτμηται, εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον. εἰς δὲ ἄπειρον τῆς τομῆς οὔσης (ὃ γὰρ ἂν λάβῃς σῶμα διαίρετόν ἐστι) οὐ δυνάμει μόνον, ἐνεργείᾳ δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δι’ ὅλου χωρεῖν δυνατόν τὸ σῶμα, ἡ δὲ ψυχὴ δι’ ὅλων· ἀσώματος ἄρα.»

22.60 «Τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίνεσθαι, λεπτοτέραν ἐν ψυχρῷ γενομένην· ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται, καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν. ἀλλ’ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένην.

22.61 συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν, καὶ πρὸ τοῦτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἔξιν. ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος, ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν, εἶτα φύσιν· καὶ ἀεὶ τὸ ὕστερον χεῖρον, εἴπερ πέφυκεν.

22.62 εἰ οὖν καὶ ὁ θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν, μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ, καὶ νοῦς γένοιτο, οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου παρ’ αὐτὸ προτέρου; εἰ δ’ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, ἐνεργείᾳ δὲ ἔσται.

22.63 καίτοι τὸ ἀεὶ μένειν τὸ αὐτό, εἴπερ τὸ δυνάμει ἕξει, καθ’ ἑαυτὸ εἰς ἐνέργειαν ἥξει, καὶ τοῦτο κρεῖττον ἔσται τοῦ δυναμένου, οἷον ὀρεκτὸν ὂν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὂν ἀεί· πρότερον ἄρα καὶ νοῦς καὶ ψυχὴ φύσεως. οὐκ ἄρα οὕτως ψυχὴ ὡς πνεῦμα, οὐδ’ ὡς σῶμα. ἀλλ’ ὅτι μὲν οὐ σῶμα λέγοιτ’ ἂν καὶ εἴρηται καὶ ἄλλοις ἕτερα, ἱκανὰ δὲ καὶ ταῦτα.»

22.64 «Ἐπεὶ δὲ καὶ ἄλλης φύσεως, δεῖ ζητεῖν τίς αὕτη. ἆρ’ οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; τοῦτο γὰρ ἁρμονίαν τῶν ἀμφὶ Πυθαγόραν λεγόντων ἕτερον τρόπον, ᾠήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς ἁρμονία.

22.65 ὡς γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἷον πάθημα ἐπ’ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος, ἐν κράσει ἀνομοίων γινομένων, τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργάζεσθαι καὶ ψυχήν, οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα. ὅτι δὲ ἀδύνατον, πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται.

22.66 καὶ γὰρ ὅτι τὸ μὲν πρότερον ἡ ψυχή, ἡ δ’ ἁρμονία ὕστερον, καὶ ὡς τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλαχῇ, ἁρμονία δὲ οὐκ ἂν οὖσα ταῦτα ποιοῖ· καὶ ὡς τὸ μὲν οὐσία, ἡ δὲ ἁρμονία οὐκ οὐσία· καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων, ἐξ ὧν συνέσταμεν, ἐν λόγῳ οὖσα, ὑγίεια ἂν εἴη· καὶ ὅτι καθ’ ἕκαστον μέρος ἄλλως κραθὲν εἴη ἂν ψυχὴ ἑτέρα, ὥστε πολλὰς εἶναι· καὶ τόδε μέγιστον, ὡς ἀνάγκη πρὸ τῆς ψυχῆς ταύτης ἄλλην ψυχὴν εἶναι τὴν ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἷον ἐπὶ τῶν ὀργάνων, τὸν μουσικόν, τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν ἁρμονίαν, λόγον ἔχοντα παρ’ αὑτῷ, καθ’ ὃν ἁρμόσει.

22.67 οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παρ’ αὑτῶν οὔτ’ ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν δυνήσεται. ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχου ἔμψυχα ποιοῦσι, καὶ τὰ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ’ αὐτὴν ἐκ τῆς αὐτομάτου τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ἄλλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία.»

22.68 Ταῦτα μὲν ἀπὸ τῶν Πλωτίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δόξαν, σωματικὴν φασκόντων αὐτὴν εἶναι. ἀλλ’ ἐπεὶ αὐταρκῶς τά τε πρὸς Ἀριστοτέλην καὶ τὸν Περίπατον, τά τε πρὸς τὴν τῶν Στωϊκῶν αἵρεσιν, ὡς ἐν ἐπιτομῇ παρατέθειμαι, ὥρα πάλιν ἐπανελθόντα τῶν γενναίων φιλοσόφων ὁμοῦ πάντων τὰς θαυμαστὰς ἐπισκέψασθαι φυσιολογίας, ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατούς, ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, τά τε ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν, καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς πολυθέου πλάνης διηγήσεις σεμνοτέραις δὴ καὶ φυσικαῖς ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς κόσμου μόρια μετενηνόχασιν.

22.69 διό μοι ἀναγκαῖον εἶναι δοκεῖ καὶ τὰς περὶ τῶνδε δόξας ὁμοῦ συναγαγεῖν, τάς τε διαστάσεις αὐτῶν καὶ τοῦ τύφου τὸ μάταιον ἐπιθεωρῆσαι. θήσω δὲ καὶ ταῦτα ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἐν ᾗ τὰς περὶ τούτων ἁπάντων ὁμοῦ τῶν τε πρεσβυτέρων καὶ νέων δόξας συναγαγὼν τοῦτον γράφει τὸν τρόπον·

«Περὶ ἡλίου.»
Chapter 23

23.1 Ἀναξίμανδρος κύκλον εἷναι ὀκτωαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον τὴν ἁψῖδα ἔχοντα, κοίλην, πλήρη πυρὸς, ἧς κατά τι μέρος ἐκφαινούσης διὰ στομίου τὸ πῦρ, ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτ εἶναι τὸν ἥλιον.

23.2 Ξενοφάνης, ἐκ πυριδίων τῶν φαινομένων συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον ἐκ νεφῶν πεπυρωμένων.

23.3 Οἱ Στωϊκοὶ, ἄναμμα νοερὸν ἐκ θαλάσσης.

23.4 Πλάτων, ἐκ πλείστου πυρός.

23.5 Ἀναξαγόρας, Δημόκριτος, Μητρόδωρος, μύδρον ἢ πέτρον διάπυρον.

23.6 Ἀριστοτέλης, σφαῖραν ἐκ τοῦ πέμπτου σώματος.

23.7 Φιλόλαος ὁ Πυθαγόρειος δίσκον ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς· ὥστε προσεοικέναι ἡλίου τὸ ἐν οὐρανῷ πυρῶδες τῇ ἀπὸ τοῦ ἐνόπτρου κατὰ ἀνάκλασιν διασπειρομένη πρὸς ἡμὰς αὐγῇ· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου.

23.8 Ἐμπεδοκλῆς δύο ἡλίους· τὸν μὲν ἀρχέτυπον πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον ἀεὶ καταντικρὺ τῆς ἀνταυγείας αὑτοῦ, τὸν δὲ φαινόμενον ἀνταύγειαν εἶναι, ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ, τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς γῆς κατ ἀνάκλασιν ἐγγιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου. ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντα, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον.

23.9 Ἐπίκουρος, γήινον πύκνωμα, κισσηροειδὲς, καὶ σπογγοειδὲς ταῖς κατατρήσεσιν, ὑπὸ τοῦ πυρὸς ἀνημμἐνον."
Chapter 24

24.1 Περὶ μεγέθους ἡλίου.

Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ κύκλον ἀφ’ οὗ τὴν ἐκπνοὴν ἔχει, καὶ ὑφ’ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς.

24.2 Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου.

24.3 Ἡράκλειτος, εὖρος ποδὸς ἀνθρωπείου.

24.4 Ἐπίκουρος πάλιν φησὶν ἐνδέχεσθαι τὰ προειρημένα πάντα· ἢ τηλικοῦτον ἡλίκος φαίνεται, ἢ μικρῷ μείζω, ἢ ἐλάττω.
Chapter 25

25.1 Περὶ σχήματος ἡλίου. Ἀναξιμένης πλατὺν ὡς πέταλον.

25.2 Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον.

25.3 Οἱ Στωϊκοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.

25.4 Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.

Τοιοῦτος μὲν αὐτοῖς ὁ μέγας τῶν κατ’ οὐρανὸν φαινομένων θεὸς ἥλιος. Μωσῆς δὲ καὶ τὰ Ἑβραίων λόγια οὐδὲν τούτων περιεργάζονται.
Chapter 26

26.1 Περὶ σελήνης.

Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὡς ἐπὶ τοῦ ἡλίου, πλήρη πυρός, ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον δὲ εἶναι ἁρματείῳ τροχῷ, κοίλην ἔχοντα τὴν ἁψῖδα καὶ πυρὸς πλήρη, ἔχοντα μίαν ἐκπνοήν.

26.2 Ξενοφάνης νέφος εἶναι πεπιλημένον.

26.3 Οἱ Στωϊκοὶ μικτὸν ἐκ πυρὸς καὶ ἀέρος.

26.4 Πλάτων ἐκ πλείονος τοῦ γεώδους.

26.5 Ἀναξαγόρας, Δημόκριτος, στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.

26.6 Ἡράκλειτος γῆν ὁμίχλῃ περιεχομένην.

26.7 Πυθαγόρας κατὰ τὸ πυροειδὲς σῶμα.
Chapter 27

27.1 Περὶ μεγέθους σελήνης.

Οἱ Στωϊκοὶ μείζονα τῆς γῆς ἀποφαίνονται, ὡς καὶ τὸν ἥλιον.

27.2 Παρμενίδης ἴσον τῷ ἡλίῳ· καὶ γὰρ ὑπ’ αὐτοῦ φωτίζεται.
Chapter 28

28.1 Περὶ σχήματος σελήνης.
Οἱ Στωϊκοὶ σφαιροειδῆ εἶναι, ὡς τὸν ἥλιον.
Ἡράκλειτος σκαφοειδῆ.
Ἐμπεδοκλῆς δισκοειδῆ.
Ἄλλοι κυλινδροειδῆ.
Chapter 29

29.1 Περὶ φωτισμοῦ σελήνης.

Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως.

29.2 Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην· τὸ δ’ ὑποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν, ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.

29.3 Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.

29.4 Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τε τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγάς, φωτίζεσθαι πρὸς τὴν φαντασίαν· λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολερῷ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.
Chapter 30

30.1 Τίς ἡ οὐσία τῶν πλανήτων ἄστρων καὶ ἀπλανῶν.

Θαλῆς γεώδη μέν, ἔμπυρα δὲ τὰ ἄστρα.

30.2 Ἐμπεδοκλῆς πύρινα, ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν.

30.3 Ἀναξαγόρας τὸν περικείμενον ἀέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δ’ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα, τούτους ἠστερικέναι.

30.4 Διογένης κισσηρώδη τὰ ἄστρα, διαπνοὰς αὐτὰ νομίζει τοῦ κόσμου· πάλιν δὲ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον.

30.5 Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι.

30.6 Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων, κόλλης δίκην.

30.7 Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθ’ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.

30.8 Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ. ταῦτα τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς ἐμφέρεται· κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων.

30.9 Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.
Chapter 31

31.1 Περὶ σχήματος ἀστέρων.

Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην.

31.2 Κλεάνθης κωνοειδεῖς.

31.3 Ἀναξιμένης ἥλων δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ· ἔνιοι δὲ πέταλα εἶναι πύρινα, ὥσπερ ζωγραφήματα.

Τοιαῦτα τοῖς θαυμαστοῖς φιλοσόφοις τὰ περὶ ὧν φασι φαινομένων θεῶν ἐξευρήματα. Οἷα δὲ καὶ περὶ τοῦ παντὸς διειλήφασιν, ἐκ τῆς αὐτῆς μάνθανε τοῦ Πλουτάρχου φωνῆς.
Chapter 32

32.1 Πῶς συνέστη ὁ κόσμος.

Ὁ τοίνυν κόσμος περικεκλασμένῳ σχήματι ἐσχημάτισται τὸν τρόπον τοῦτον. Τῶν ἀτόμων σωμάτων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς ταὐτὸ πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα σχημάτων καὶ μεγεθῶν.

32.2 Ἀθροιζομένων δὲ ἐν ταὐτῷ τούτων, τὰ μὲν ὅσα μείζονα ἦν καὶ βαρύτατα πάντων ὑπεκάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων, εἴς τε τὸ μετέωρον ἀνεφέρετο.

32.3 Ὡς οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δὲ ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα φέρεσθαι κάτω, ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι· οὗτοι δὲ ἦσαν οἱ πέριξ.

32.4 Καὶ πρὸς τούτους τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο· περιπλεκόμενα δὲ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. Τῆς δ’ αὐτῆς ἐχόμεναι φύσεως αἱ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν τῶν ἄστρων φύσιν ἀπετέλουν.

32.5 Τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε· πνευματούμενος δὲ οὗτος κατὰ τὴν κίνησιν καὶ περιλαμβάνων τὰ ἄστρα συμπεριῆγεν αὐτά, καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. Κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγένετο ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων ὁ οὐρανός, πῦρ, ἀήρ.

32.6 Πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ, πυκνουμένης δὲ ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας, προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα.

32.7 Ῥευστικῶς δ’ αὕτη διακειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαί τε καὶ στέξαι· ᾗ καθ’ ἑαυτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλαινε τοὺς ὑποκειμένους τόπους.

32.8 Τοιαύτη καὶ ἡ θαυμάσιος αὐτῶν κοσμογονία. Συνῆπται δὲ τούτοις ἄλλη τις πλείστη λογομαχία, παντοίων πέρι προτάσεων ἀπορησάντων εἰ χρὴ τὸ πᾶν ἓν ἢ πολλὰ ἡγεῖσθαι, καὶ εἰ ἕνα τὸν κόσμον ἢ πλείους, καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει θεοῦ διοικούμενος, εἴτε καὶ τἀναντία, καὶ εἰ ἄφθαρτος ἢ φθαρτός, καὶ πόθεν τρέφεται, καὶ ἀπὸ ποίου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλιθῆναι· περί τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ κόσμου μέρη· περί τε οὐρανοῦ· καὶ πρὸς ἅπασι τούτοις περί τε δαιμόνων καὶ ἡρώων· περί τε ὕλης καὶ περὶ ἰδεῶν· περὶ τῆς τοῦ παντὸς τάξεως· ἔτι μὴν περὶ τῆς τῶν ἄστρων φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων Διοσκούρων· περί τε ἐκλείψεως ἡλίου καὶ σελήνης· καὶ περὶ ἐμφάσεως αὐτῆς· καὶ διὰ τί γεώδης φαίνεται· καὶ περὶ τῶν ἀποστημάτων αὐτῆς· καὶ ἔτι περὶ ἐνιαυτῶν.

32.9 Ταῦτα δὲ πάντα διὰ μυρίων τοῖς περὶ ὧν ὁ λόγος κατεσκευασμένα, ἐπειδὴ τεμὼν ὁ Πλούταρχος ἐν ὀλίγοις συνεῖλεν, ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν ἀποφάσεις καὶ τὰς διαφωνίας αὐτῶν, ἡγοῦμαι καὶ ἡμῖν οὐκ ἄχρηστα γενήσεσθαι αὐτὰ παρατεθέντα εἰς τὴν εὔλογον αὐτῶν παραίτησιν. Ὅτε γὰρ αὐτοὶ πρὸς σφᾶς αὐτοὺς ἐναντίοι κατὰ διάμετρον ἔστησαν, μάχας τε καὶ πολέμους, πλέον δ’ οὐδὲν καθ’ ἑαυτῶν ἐξῆψαν, τὰ τῶν πέλας ἕκαστοι φιλοτιμίᾳ λόγων ἀπελέγξαντες, πῶς οὐκ ἂν εἰκότως ἡμῖν ἀσφαλῆ τὴν περὶ τούτων ἐποχὴν γεγονέναι πᾶς ὁστισοῦν ὁμολογήσειε;

32.10 Προσθήσω δὲ ἑξῆς τοῖς εἰρημένοις ὅσα καὶ περὶ τῶν προσγειοτέρων ἐπηπόρησαν· περὶ γῆς σχήματος, καὶ περὶ θέσεως καὶ ἐγκλίσεως αὐτῆς· καὶ ἔτι περὶ θαλάσσης· ὡς ἂν εἰδείης ὅτι μὴ περὶ μόνων τῶν μετεώρων καὶ μεταρσίων οἱ γενναῖοι διέστησαν, ἀλλ’ ὅτι καὶ ἐν τοῖς περιγείοις διαπεφωνήκασιν. Ἵνα δὲ τῶν σοφῶν ἔτι μᾶλλον τὴν σοφίαν ἀποθαυμάσῃς, προσθήσω καὶ ὅσα περὶ ψυχῆς καὶ τοῦ ἐν αὐτῇ ἡγεμονικοῦ διεμαχήσαντο, οὐδὲ σφᾶς αὐτοὺς ἐπιγνῶναι οἵας εἶεν φύσεως δεδυνημένοι. Ἀλλὰ γὰρ ἀνίωμεν ἐπὶ τὰ πρῶτα τῶν εἰρημένων.
Chapter 33

33.1 Εἰ ἓν τὸ πᾶν.

Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὰ σωματικά.

33.2 Ἐμπεδοκλῆς δὲ κόσμον ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ’ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην.

33.3 Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν ἐκ τριῶν· ἐκ τοῦ μὴ ἔσεσθαι τέλειον, ἐὰν μὴ πάντα ἐμπεριέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ᾖ· ἐκ τοῦ μὴ ἔσεσθαι ἄφθαρτον, ἐάν τι ἐξωτέρω αὐτοῦ ᾖ.

33.4 Πρὸς δὲ τὸν Πλάτωνα λεκτέον ὅτι οὐ τέλειος ὁ κόσμος, οὐδὲ γὰρ τὰ πάντα περιέχει· καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλ’ οὐ πάντα περιέχει· καὶ πολλὰ παραδείγματά ἐστιν, ὥσπερ ἐπ’ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζωγραφιῶν· πῶς δὲ τέλειος, εἴπερ τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δὲ οὐκ ἔστιν, οὐδὲ δύναται εἶναι, γεννητὸς ὤν.

33.5 Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γεννηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. Ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. Εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, τὰ δὲ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. Ὅπου γὰρ τὰ πάντα γέγονεν αἴτια, ἐκεῖ καὶ ἀποτελέσματα. Αἴτια δὲ ἤτοι αἱ ἄτομοι, ἢ τὰ στοιχεῖα.
Chapter 34

34.1 Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος.

Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον.

34.2 Δημόκριτος δὲ καὶ Ἐπίκουρος, ὅσοι τε τὰς ἀτόμους εἰσηγοῦνται καὶ τὸ κενόν, οὔτ’ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ.

34.3 Ἀριστοτέλης οὔτ’ ἔμψυχον ὅλον δι’ ὅλων, οὔτε μὴν αἰσθητικόν, οὔτε λογικόν, οὔτε νοερόν, οὔτε προνοίᾳ διοικούμενον· τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖν—σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς—τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δ’ εὐταξίας κατὰ συμβεβηκὸς, οὐ προηγουμένως μετέχειν.
Chapter 35

35.1 Εἰ ἄφθαρτος ὁ κόσμος.

Πυθαγόρας τε καὶ Πλάτων καὶ οἱ Στωϊκοὶ γεννητὸν ὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει—αἰσθητὸν γὰρ εἶναι, διότι σωματικόν—οὐ μὴν φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ θεοῦ.

35.2 Ἐπίκουρος φθαρτόν, ὅτι γεννητόν, ὡς ζῷον, ὡς φυτόν.

35.3 Ξενοφάνης ἀγέννητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν κόσμον.

35.4 Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητόν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.
Chapter 36

36.1 Πόθεν τρέφεται ὁ κόσμος.

Ἀριστοτέλης, εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς ἐπιδέεται τροφῆς, διὰ τοῦτο καὶ ἀίδιος.

36.2 Πλάτων, αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι.

36.3 Φιλόλαος, διττὴν εἶναι τὴν φθοράν, τοτὲ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τοτὲ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.
Chapter 37

37.1 Ἀπὸ ποίου πρώτου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν. Οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.

37.2 Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου.

37.3 Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφ’ ᾧ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς σφαίρας ἀναβλύσαι τὸ ὕδωρ, ἐξ οὗ θυμιαθῆναι τὸν ἀέρα· καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τὸν δὲ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δὲ ἐκ τῶν ἄλλων τὰ περίγεια.

37.4 Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδές, τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον.

37.5 Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν· ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ· ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα· ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ· ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.

37.6 Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει.
Chapter 38

38.1 Περὶ τάξεως κόσμου. Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπ’ ἀλλήλαις, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυκνοῦ· μικτὰς δὲ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τοίχου δίκην στερεὸν ὑπάρχον.

38.2 Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ.

38.3 Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας, ἔνια δὲ πυκνά· καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δὲ ἀκίνητα.

38.4 Πλάτων πῦρ πρῶτον, εἶτα αἰθέρα, μεθ’ ὃν ἀέρα, ἐφ’ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα συνάπτει τῷ πυρί.

38.5 Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δὲ σῶμα· μεθ’ ὃν παθητά, πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν. Τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν· τῶν δ’ ὑποτεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω, τοῖς δὲ βαρέσι τὴν κάτω.

38.6 Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι, μηδὲ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πάντα πως ἀλλήλων μεταλαμβάνειν.
Chapter 39
39.1 Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι. Διογένης, Ἀναξαγόρας, μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὐτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνα τὰ μὲν ἀοίκητα γένηται, τὰ δὲ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.

39.2 Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐπικλιθῆναι τὰς ἄρκτους καὶ τὰ βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον.
Chapter 40

40.1 Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν.

Οἱ μὲν ἀπὸ Πυθαγόρου, ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος, καὶ ἐξ οὗ.

40.2 Οἱ δὲ Στωϊκοί, εἰς ὃ καὶ τῇ ἐκπυρώσει ἀναλύεται, ἄπειρον.

40.3 Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ Περὶ κενοῦ.

40.4 Πλάτων, Ἀριστοτέλης, μήτ’ ἐκτὸς τοῦ κόσμου κενὸν εἶναι μήτ’ ἐντός.
Chapter 41

41.1 Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά.

Πυθαγόρας, Πλάτων, Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά.

41.2 Ἐμπεδοκλῆς, δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
Chapter 42

42.1 Περὶ οὐρανοῦ, τίς ἡ οὐσία τοῦ οὐρανοῦ. Ἀναξιμένης [περιστεφάνωσιν] τὴν περιφορὰν τῆς ἔξωθεν ζώνης εἶναι.

42.2 Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανόν, ἐξ ἀέρος συμπαγέντος ὑπὸ τοῦ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.

42.3 Ἀριστοτέλης ἐκ πέμπτου σώματος, ἢ ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.
Chapter 43

43.1 Περὶ δαιμόνων καὶ ἡρώων. Παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον.

43.2 Θαλῆς, Πυθαγόρας, Πλάτων, οἱ Στωϊκοί, δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων· καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας.

43.3 Ἐπίκουρος δὲ οὐδὲν τούτων ἐγκρίνει.
Chapter 44

44.1 Περὶ ὕλης.

Ὕλη ἐστὶ τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.

44.2 Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρα καὶ οἱ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλων τὴν ὕλην.

44.3 Οἱ ἀπὸ Δημοκρίτου, ἀπαθῆ τὰ πρῶτα, τὰς ἀτόμους καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.

44.4 Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν, οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. Οἱ δὲ ὕδωρ λέγοντες, πῦρ, ἢ ἀέρα, ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ, καὶ τὰς ἀτόμους, ἄμορφον.
Chapter 45

45.1 Περὶ ἰδέας. Ἰδέα δέ ἐστιν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφεστῶσα καθ’ ἑαυτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων δείξεως.

45.2 Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνουσιν, ἐν τοῖς νοήμασι καὶ ἐν ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας.

45.3 Ἀριστοτέλης εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης, ὡς οὐχ ὑπὸ τοῦ θεοῦ [κεχωρισμένας].

45.4 Οἱ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν εἶναι.
Chapter 46

46.1 Περὶ τάξεως.

Ξενοκράτης κατὰ μίαν ἐπιφάνειαν οἴεται κινεῖσθαι τοὺς ἀστέρας.

46.2 Οἱ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους, ἐν ὕψει καὶ βάθει.

46.3 Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλάνητας, ἐφ’ οἷς ἥλιον, Φωσφόρον, σελήνην.

46.4 Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον Φαίνοντα λεγόμενον, τὸν τοῦ Κρόνου· δεύτερον Φαέθοντα, τὸν τοῦ Διός· τρίτον Πυρόεντα, τὸν τοῦ Ἄρεως· τέταρτον Ἑωσφόρον, τὸν τῆς Ἀφροδίτης· πέμπτον Στίλβοντα, τὸν τοῦ Ἑρμοῦ· ἕκτον ἥλιον· ἕβδομον σελήνην.

46.5 Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον.

46.6 Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι· μετ’ αὐτὸν τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλάνητας.

Chapter 47

47.1 Περὶ τῆς τῶν ἄστρων φορᾶς καὶ κινήσεως. Ἀναξαγόρας, Δημόκριτος, Κλεάνθης, ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.

47.2 Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλάνητας τοῖς ἀπλανέσιν ἐναντίως· ἀπὸ γὰρ δυσμῶν ἐπ’ ἀνατολὰς φέρεσθαι.

47.3 Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ’ ὧν ἕκαστος βέβηκε, φέρεσθαι.

Ἀναξιμένης οὐχ ὑπὸ γῆν, περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας.

47.4 Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον, τὸν Φωσφόρον, τὸν Στίλβοντα.
Chapter 48

48.1 Πόθεν φωτίζονται οἱ ἀστέρες.

Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου καταλάμπεσθαι.

48.2 Ἡράκλειτος καὶ οἱ Στωϊκοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.

48.3 Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτά, ἀλλ’ ἀίδια.

48.4 Πλάτων κοινῶς τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἐξ αὑτοῦ τρέφεσθαι.
Chapter 49

49.1 Περὶ τῶν καλουμένων Διοσκούρων.

Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.

49.2 Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας.
Chapter 50

50.1 Περὶ ἐκλείψεως ἡλίου.

Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης αὐτὸν ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένης τῷ δίσκῳ.

50.2 Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου.

50.3 Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.

50.4 Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίγνεσθαι. Παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ’ ὅλον τὸν μῆνα, καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.

50.5 Ἔνιοι πύκνωμα τῶν ἀοράτων ἐπερχομένων τῷ δίσκῳ νεφῶν.

50.6 Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ σελήνην κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον, καὶ κατὰ ταύτας τὰς ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον.

50.7 Ξενοφάνης πολλοὺς ἡλίους εἶναι καὶ σελήνας, κατὰ τὰ κλίματα τῆς γῆς, καὶ ἀποτομάς, καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τι μέρος τῆς γῆς οὐκ οἰκουμένης ὑφ’ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑποφαίνειν. Ὁ δ’ αὐτὸς τὸν ἥλιον μὲν εἰς ἄπειρον προϊέναι, δοκεῖν κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.
Chapter 51

51.1 Περὶ ἐκλείψεως σελήνης.

Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.

51.2 Βηρωσσὸς κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους.

51.3 Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν.

51.4 Τῶν Πυθαγορείων τινὲς ἀνταύγειαν καὶ ἐπίφραξιν γῆς, ἢ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι, κατ’ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθ’ ἣν τελέως σβέννυται.

51.5 Πλάτων, Ἀριστοτέλης, οἱ Στωϊκοὶ καὶ μαθηματικοὶ συμφωνοῦσι τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ συμπεριλαμπομένην ποιεῖσθαι· τὰς δὲ ἐκλείψεις, εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν μεταξὺ ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττούσης.
Chapter 52

52.1 Περὶ ἐμφάσεως αὐτῆς, καὶ διὰ τί γεώδης φαίνεται.

Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρ’ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλασίονα τὰ ἐπ’ αὐτῆς ζῷα, μηδὲν σωματικὸν ἀποκρίνοντα· καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.

52.2 Ἀναξαγόρας ἀνωμαλότητα διὰ τοῦ συγκρίματος, διὰ τὸ ψυχροειδὲς ἅμα καὶ γεῶδες· παραμεμίχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες· ὅθεν καὶ ψευδοφαῆ λέγεσθαι τὸν ἀστέρα.

52.3 Οἱ Στωϊκοί, διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας, μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.
Chapter 53

53.1 Περὶ τῶν ἀποστημάτων αὐτῆς.

Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς.

53.2 Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον.

53.3 Ἐρατοσθένης, τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ἑκατὸν τεσσαράκοντα σταδίων.
Chapter 54

54.1 Περὶ ἐνιαυτῶν.

Ἐνιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λ’· Διὸς δὲ δώδεκα, Ἄρεως δὲ δυεῖν, ἡλίου δὲ ιβ’ μῆνες· οἱ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσόδρομοι γάρ· σελήνης δὲ ἡμέραι λ’· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.

54.2 Τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται· οἱ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι· οἱ δὲ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν. Ἡράκλειτος, ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν. Διογένης, ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσων κατὰ Ἡράκλειτον ὁ ἐνιαυτός· ἄλλοι δὲ διὰ ψοζ’.

54.3 Καὶ περὶ μὲν τῶν οὐρανίων καὶ μεταρσίων τοσαῦτα τοῖς δεδηλωμένοις πρὸς ἀλλήλους διεστασίασται. Θέα δὲ καὶ τὰ περὶ γῆς.
Chapter 55

55.1 Περὶ γῆς.

Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν.

55.2 Ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα.

55.3 Οἱ Στωϊκοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην.

55.4 Ξενοφάνης ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι.

55.5 Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δὲ ἥλιον τοῦ ἀέρος.
Chapter 56

56.1 Περὶ σχήματος γῆς.

Θαλῆς καὶ οἱ Στωϊκοὶ σφαιροειδῆ τὴν γῆν.

56.2 Ἀναξίμανδρος λίθῳ κίονι προσφερῆ, τῶν ἐπιπέδων ᾧ ἐπιβεβήκαμεν.

56.3 Ἀναξιμένης τραπεζοειδῆ.

56.4 Λεύκιππος τυμπανοειδῆ.

56.5 Δημόκριτος δισκοειδῆ τῷ πλάτει, κοίλην δὲ τῷ μέσῳ.
Chapter 57

57.1 Περὶ θέσεως τῆς γῆς.

Οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην.

57.2 Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρριζῶσθαι.

57.3 Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον· τοῦτο γὰρ εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα· τρίτην δὲ ἣν οἰκοῦμεν γῆν, ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι· παρ’ ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ.

57.4 Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς.
Chapter 58

58.1 Περὶ κινήσεως γῆς.

Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν.

58.2 Φιλόλαος δὲ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ, ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ.

58.3 Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μὴν μεταβατικῶς, ἀλλὰ τρεπτικῶς, τροχοῦ δίκην ἐν ἄξονι στρεφομένην, ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, περὶ τὸ ἴδιον αὐτῆς κέντρον.

58.4 Δημόκριτος κατ’ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.

Τούτων καὶ περὶ γῆς διαπεφωνημένων τοῖς γενναίοις, ἄκουε καὶ τῶν περὶ θαλάσσης.
Chapter 59

59.1 Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά.

Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον· ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν.

59.2 Ἀναξαγόρας τοῦ κατ’ ἀρχὰς λιμνάζοντος ὑγροῦ περικαέντος ὑπὸ τῆς ἡλιακῆς περιφορᾶς, καὶ τοῦ λιπαροῦ λοιπὸν ὑποστῆναι, εἰς ἁλυκίδα καὶ πικρίαν.

59.3 Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου, διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν.

59.4 Ἀντιφῶν ἱδρῶτα τοῦ θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη, τῷ καθεψηθῆναι παραλυκίσαντος, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.

59.5 Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα.

59.6 Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δὲ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν.

59.7 Ταῦτα μὲν οὖν καὶ περὶ θαλάσσης. Ὅπως δὲ οἱ περὶ τοῦ παντὸς κόσμου οὐρανίων τε πέρι καὶ αἰθερίων καὶ τῆς τῶν ὅλων καταλήψεως φυσιολογεῖν ἐπαγγειλάμενοι οὐδὲ τὰ καθ’ ἑαυτοὺς ᾔδεισαν, μάθοις ἂν ἐξ ὧν καὶ περὶ τούτων ὧδέ πως διαπεφωνήκασιν.
Chapter 60

60.1 Περὶ μερῶν τῆς ψυχῆς.

Πυθαγόρας, Πλάτων, κατὰ μὲν τὸν ἀνωτάτω λόγον, διμερῆ τὴν ψυχήν· τὸ μὲν γὰρ ἔχει λογικόν, τὸ δὲ ἄλογον· κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ· τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.

60.2 Οἱ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν συνεστάναι, πέντε τῶν αἰσθητικῶν, ὁρατικοῦ, ὀσφραντικοῦ, ἀκουστικοῦ, γευστικοῦ, ἁπτικοῦ· ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ’ οὗ ταῦτα πάντα τέτακται διὰ τῶν οἰκείων ὀργάνων, προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις.

60.3 Δημόκριτος, Ἐπίκουρος, διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δὲ ἄλογον καθ’ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον.

60.4 Ὁ δὲ Δημόκριτος πάντα μετέχειν φύσει ποιᾶς ψυχῆς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου.
Chapter 61

61.1 Περὶ τοῦ ἡγεμονικοῦ.

Πλάτων, Δημόκριτος, ἐν ὅλῃ τῇ κεφαλῇ.

61.2 Στράτων ἐν μεσοφρύῳ.

61.3 Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.

61.4 Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις.

61.5 Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι.

61.6 Ἐπίκουρος, οἱ Στωϊκοὶ πάντες, ἐν ὅλῃ τῇ καρδίᾳ.

61.7 Διογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ πνευματική.

61.8 Ἐμπεδοκλῆς δὲ ἐν τῇ τοῦ αἵματος συστάσει.

61.9 Οἱ δ’ ἐν τῷ περικαρδίῳ ὑμένι· οἱ δ’ ἐν τῷ διαφράγματι· τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος.

61.10 Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.

61.11 Τοσαῦτα μὲν δὴ καὶ τὰ περὶ τῶνδε. Ἆρ’ οὖν οὐκ ἐν δίκῃ σοι δοκοῦμεν κρίσει καὶ λογισμῷ τῆς τούτων ἀπάντων ἀνωφελοῦς καὶ πολυπλανοῦς ματαιοπονίας ἀνακεχωρηκέναι, καὶ τῶν μὲν εἰρημένων μηδὲν πολυπραγμονεῖν, μηδὲ γὰρ ὁρᾶν ἐξ αὐτῶν τὸ λυσιτελὲς καὶ αὐτόθεν συντεῖνον πρὸς ὠφέλειαν καὶ ἀγαθοῦ κτῆσιν ἀνθρώποις, μόνης δὲ τῆς ἀμφὶ τὸν πάντων δημιουργὸν θεὸν εὐσεβείας ἔχεσθαι, καὶ διὰ σώφρονος βίου τῆς τε ἄλλης κατ’ ἀρετὴν θεοφιλοῦς πολιτείας ἀρεσκόντως ζῆν σπουδάζειν τῷ πάντων θεῷ;

61.12 Ἀλλ’ εἰ καὶ σὺ βασκανίᾳ καὶ φθόνῳ τὴν ἀληθῆ μαρτυρίαν ἡμῖν προσέσθαι δι’ ὄκνου φέρεις, φθάσει γέ σε πάλιν ὁ πάντων Ἑλλήνων σοφώτατος Σωκράτης τὰς ὑπὲρ ἡμῶν ψήφους φιλαληθῶς ἐξενηνεγμένος· τοὺς γοῦν μετεωρολέσχας ἐκείνους μωραίνοντας ἀπεδείκνυεν καὶ μηδὲν μαινομένων διαφέρειν ἔλεγεν, ἀπελέγχων αὐτοὺς διαρρήδην οὐ μόνον ὡς ἀνεφίκτων ὀρεγομένους, ἀλλὰ καὶ περὶ ἄχρηστα καὶ ἀνωφελῆ τῷ βίῳ κατατριβομένους. Ταῦτα δέ σοι καὶ ὁ πρόσθεν μαρτυρήσει Ξενοφῶν, Σωκράτους ἑταίρων γνωριμώτατος, ὧδέ πη γράφων ἐν Ἀπομνημονεύμασιν·
Chapter 62

62.1 «Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν οὔτε ἀνόσιον οὔτε ἀσεβὲς οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. Οὐδὲ γὰρ περὶ τῆς τῶν ἀπάντων φύσεως, ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι, διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν.

62.2 Καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν.

62.3 Ἐθαύμαζε δέ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ καὶ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.

62.4 Τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ’ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν οὔτ’ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ ξύλα καὶ λίθους τοὺς τυχόντας καὶ θηρία σέβεσθαι. Τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολέσθαι.

62.5 Ἐσκόπει δὲ περὶ αὐτῶν καὶ τάδε· ἆρ’ ὥσπερ οἱ τἀνθρώπινα μανθάνοντες ἡγοῦνται τοῦθ’ ὅ τι ἂν μάθωσιν ἑαυτοῖς τε καὶ τῶν ἄλλων ὅτῳ ἂν βούλωνται ποιήσειν, οὕτω καὶ οἱ τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν ὅταν βούλωνται καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου δέωνται τῶν τοιούτων; Ἢ τοιοῦτον μὲν οὐδὲν οὐδ’ ἐλπίζουσιν, ἀρκεῖ δ’ αὐτοῖς γνῶναι μόνον ᾗ τῶν τοιούτων ἕκαστα γίγνεται;

62.6 Περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν· αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές· τί καλόν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον· τί σωφροσύνη, τί μανία.»

62.7 Ταῦτα μὲν οὖν ὁ Σωκράτης. Μετὰ δὲ αὐτὸν οἱ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον, ἔπειθ’ ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα· τοὺς μέντοι περὶ τῆς φύσεως λόγους πᾶν τοὐναντίον, μήτε καταληπτοὺς εἶναι μήτ’, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι.

62.8 Μηδὲν γὰρ ἡμῖν ἔσεσθαι πλέον, «ἀλλ’ οὐδ’ εἰ μετεωρότεροι τοῦ Πέρσεως ἀρθέντες ὑπέρ τε πόντου χεῦμ’ ὑπέρ τε Πλειάδα», αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον, καὶ τὴν τῶν ὄντων φύσιν, ἥτις δή ποτέ ἐστιν.

62.9 Οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρους ἢ σωφρονεστέρους ἡμᾶς ἔσεσθαι, ἀλλὰ μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους, ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν.

62.10 Ὅθεν ὀρθῶς εἶπε Σωκράτης ὅτι τῶν ὄντων «τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμᾶς»· εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμᾶς, μόνα δὲ πρὸς ἡμᾶς τὰ ἀνθρώπινα.

62.11 Ταύτῃ δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν «ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται».

62.12 Καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ χαλεποὺς οὐδὲ ἀδυνάτους μόνον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους. Τοὺς μὲν γὰρ ἀξιοῦν μηδ’ εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον, ἢ τὸ ὄν, ἢ τὸ ἕν· καὶ πάντα μᾶλλον ἢ τοὺς νομιζομένους.

62.13 Τήν τ’ αὖ διαφωνίαν παμπόλλην οὖσαν· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς δὲ πεπερασμένον, καὶ τοὺς μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν.

62.14 Καὶ μὴν εἴ τι καὶ ἄλλο πάντων ἄριστά μοι δοκεῖ περὶ τούτων αὐτῶν ἐν τοῖς Σίλλοις καὶ ὁ Φλιάσιος Τίμων εἰρηκέναι τάδε·

«Τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι;
Ἠχοῦς σύνδρομος ὄχλος· ὁ γὰρ σιγῶσι χολωθεὶς
νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί.»

62.15 Ὁρᾷς ὡς ἤδη καὶ ἀλλήλους σκώπτουσιν οἱ γενναῖοι; Τὴν γοῦν πρὸς ἀλλήλους φιλονεικίαν αὐτῶν τάς τε μάχας καὶ τὰς διαστάσεις ἔτι πρὸς τοῖς εἰρημένοις ὁ δηλωθεὶς ἀνὴρ τοῦτον ὑπογράφει τὸν τρόπον·

«Φοιτᾷ δὲ βροτολοιγὸς ἔρις, κενεὸν λελακυῖα,
νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος,
ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα
ἐς βροτοὺς στήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει.»

62.16 Ἀλλὰ γὰρ καὶ τῆς τῶνδε πρὸς σφᾶς αὐτοὺς ἀποδεδειγμένης στάσεως τε καὶ μάχης, τῆς τε μηδὲν ἡμῖν προσηκούσης, περιττῆς δὲ ἄλλως καὶ οὐ γνωστῆς παιδείας τε καὶ μαθήσεως τῶν λοιπῶν ἁπάντων, ἐν οἷς εἰσέτι νῦν ἀποσεμνύνονται φιλοσόφων παῖδες, ἀπεληλεγμένων οὐχ ἡμετέραις, ταῖς δ’ οἰκείαις αὐτῶν ἀποδείξεσιν—οὐ μὴν ἀλλὰ καὶ τῆς αἰτίας εἰς φανερὸν τεθείσης, δι’ ἣν τὰ τῶνδε ἀποστραφέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν, τὰ μὲν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐν τούτοις ἡμῖν περιγεγράφθω·

62.17 Τὰ δὲ τῆς ἐντελεστέρας πραγματείας, τῆς κατὰ τὴν Εὐαγγελικὴν Ἀπόδειξιν, ἤδη λοιπὸν ἐπισκεπτέον ἀφ’ ἑτέρας λόγων ἀρχῆς, τῆς δὴ λειπούσης τῷ προβλήματι, τὴν διδασκαλίαν ποιησομένοις.

62.18 Λείπει δ’ ἄρα πρὸς τοὺς ἐκ περιτομῆς ἐπιμεμψαμένους ἀποκρίνασθαι, τί δή ποτε ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα, μηδὲν ἡμῖν, ὡς ἂν αὐτοὶ φαῖεν, προσηκούσαις· ἢ τί δὴ τὰ παρ’ αὐτοῖς ἀσπαζόμενοι λόγια οὐχὶ καὶ τὸν βίον ἀκόλουθον τῷ παρ’ αὐτοῖς παρέχομεν νόμῳ.