top James ch 4

Chapter 4

NASTR
1 Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 1 Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2 ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν, μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς, 2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν. μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δέ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
3 αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 3 αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4 μοιχαλίδες, οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 4 μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου, ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
5  δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν, 5  δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει; πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν;
6 μείζονα δὲ δίδωσιν χάριν; διὸ λέγει, θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 6 μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
7 ὑποτάγητε οὖν τῷ θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾿ ὑμῶν, 7 ὑποτάγητε οὖν τῷ θεῷ. ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾿ ὑμῶν·
8 ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 8 ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε. γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ χαρὰ εἰς κατήφειαν.
10 ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς. 10 ταπεινώθητε ἐνώπιον τοῦ κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής.
12 εἷς ἐστιν [] νομοθέτης καὶ κριτὴς δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ κρίνων τὸν πλησίον; 12 εἷς ἐστιν νομοθέτης δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον;
13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· 13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν·
14 οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ζωὴ ὑμῶν· ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη. 14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον· ποία γὰρ ζωὴ ὑμῶν; ἀτμὶς γάρ ἐστιν πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη·
15 ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο. 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν κύριος θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἐκεῖνο.
16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.