Obadiah

 

Edom Will Be Humbled

1 Ὅρασις Ἀβδίου.1 Τάδε λέγει κύριος θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον.

top

2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σὲ ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα. 3 ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σὲ κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν; 4 ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει κύριος. 5 εἰ κλέπται εἰσῆλθον πρὸς σὲ λῃσταὶ νυκτός, ποῦ ἄν ἀπερρίφης; οὐκ ἄν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ, οὐκ ἄν ὑπελίποντο ἐπιφυλλίδα;

top

6 πῶς ἐξηρευνήθη Ἡσαῦ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα. 7 ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σὲ πάντες οἱ ἄνδρες τῆς διαθήκης σου, ἀντέστησάν σοὶ ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστιν σύνεσις αὐτοῖς.

top

8 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ· 9 καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμάν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ 10 διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ, καὶ καλύψει σὲ αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. 11 ἀφ᾿ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.

top

12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως· 13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· 14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.

top

The Day of the LORD and the Future

15 διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου· 16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.

top

17 Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται σωτηρίᾳ, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν οἶκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας αὐτούς. 18 καὶ ἔσται οἶκος Ἰακὼβ πῦρ, δὲ οἶκος Ἰωσὴφ φλόξ, δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ Ἡσαῦ, διότι κύριος ἐλάλησεν. 19 καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ καὶ οἱ ἐν τῇ Σεφηλὰ τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Ἐφραὶμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.

top

20 καὶ τῆς μετοικεσίας ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ἰσραὴλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν καὶ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθᾶ. καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγέβ.

top

21 καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ κυρίῳ βασιλεία.