Micah ch 1

Chapter 1

Destruction in Israel and Judah

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαίαη τὸν τοῦ Μωρασθὶ ἐν ἡμέραις Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ἱερουσαλήμ.

top

2 Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ· 3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, 4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. 5 διὰ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ; 6 καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω· 7 καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.

top

8 Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· 9 ὅτι κατεκράτησεν πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως Ἱερουσαλήμ. 10 οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε· οἱ ἐν Ἀκίμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν. 11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σενναὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης. 12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ, 13 ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχίς, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ Σιών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ. 14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ οἴκους ματαίους· εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ. 15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι, κατοικοῦσα Λαχὶς κληρονομία, ἕως Ὀδολλὰμ ἥξει δόξα τῆς θυγατρὸς Ἰσραήλ. 16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σου.