top Jeremiah ch 31

Chapter 31

[Parallel to Hebrew, Vulgate and English 48:1-44]
[English ch 31 found in LXX ch 38]

1 [MT=48:1] τῇ Μωάβ. οὕτως εἶπεν κύριος οὐαὶ ἐπὶ Ναβαύ, ὅτι ὤλετο· ἐλήμφθη Καριαθαίμ, ᾐσχύνθη Ἀμὰθ καὶ ἡττήθη. 2 [MT=48:2] οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, ἀγαυρίαμα ἐν Ἐσεβών· ἐλογίσαντο ἐπ᾿ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται, ὄπισθέν σου βαδιεῖται μάχαιρα. 3 [MT=48:3] ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναίμ, ὄλεθρος καὶ σύντριμμα μέγα 4 [MT=48:4] συνετρίβη Μωάβ, ἀναγγείλατε εἰς Ζόγορα. 5 [MT=48:5] ὅτι ἐπλήσθη Ἀλαὼθ ἐν κλαυθμῷ, ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὠρωναίμ, κραυγὴν συντρίμματος ἠκούσατε

6 [MT=48:6] φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ. 7 [MT=48:7] ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου, καὶ σὺ συλλημφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 8 [MT=48:8] καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται αὐλών, καὶ ἐξολεθρευθήσεται πεδινή, καθὼς εἶπεν κύριος. 9 [MT=48:9] δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἁφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ; 10 [MT=48:10] ἐπικατάρατος ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ᾿ αἵματος.

11 [MT=48:11] ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. 12 [MT=48:12] διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν. 13 [MT=48:13] καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμώς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ᾿ αὐτοῖς.

14 [MT=48:14] πῶς ἐρεῖτε ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά; 15 [MT=48:15] ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν· 16 [MT=48:16] ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα. 17 [MT=48:17] κινήσατε αὐτῷ, πάντες κυκλόθεν αὐτοῦ, πάντες εἰδότες ὄνομα αὐτοῦ· εἴπατε πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος;

18 [MT=48:18] κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ, καθημένη Δαιβών· ἐκτρίβητε, ὅτι ὤλετο Μωάβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου. 19 [MT=48:19] ἐφ᾿ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Ἀροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν τί ἐγένετο;

20 [MT=48:20] κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν ὅτι ὤλετο Μωάβ. 21 [MT=48:21] καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μισὼρ ἐπὶ Χαιλὼν καὶ ἐπὶ Ἰασσὰ καὶ ἐπὶ Μωφὰθ 22 [MT=48:22] καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαὺ καὶ ἐπ᾿ οἶκον Δεβλαθαὶμ 23 [MT=48:23] καὶ ἐπὶ Καριαθαὶμ καὶ ἐπ᾿ οἶκον Γαμὼλ καὶ ἐπ᾿ οἶκον Μαὼν 24 [MT=48:24] καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς. 25 [MT=48:25] κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη.

26 [MT=48:26] μεθύσατε αὐτόν, ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. 27 [MT=48:27] καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοί Ἰσραήλ; εἰ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν; 28 [MT=48:28] κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ, ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου.

29 [MT=48:29] ἤκουσα ὕβριν Μωάβ, ὕβρισεν λίαν· ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη καρδία αὐτοῦ. 30 [MT=48:30] ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησεν.

31 [MT=48:31] διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν, βοήσατε ἐπ᾿ ἄνδρας Κιραδὰς αὐχμοῦ. 32 [MT=48:32] ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημά· κλήματά σου διῆλθεν θάλασσαν, Ἰαζὴρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν. 33 [MT=48:33] συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωῒ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αιδαδ. 34 [MT=48:34] ἀπὸ κραυγῆς Ἐσεβὼν ἕως Ἐλεαλὴ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως Ὠρωναὶμ καὶ Ἀγλαθ-σαλισία,1 ὅτι καὶ τὸ ὕδωρ Νεβρὶμ εἰς κατάκαυμα ἔσται.

35 [MT=48:35] καὶ ἀπολῶ τὸν Μωάβ, φησὶν κύριος, ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ. 36 [MT=48:36] διὰ τοῦτο καρδία μου, Μωάβ, ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπ᾿ ἀνθρώπους Κιραδὰς ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου. 37 [MT=48:37] πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος. 38 [MT=48:38] καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωάβ, φησὶν κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ. 39 [MT=48:39] πῶς κατήλλαξεν; πῶς ἔστρεψεν νῶτον Μωάβ; ᾐσχύνθη καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς.

40 [MT=48:40] ὅτι οὕτως εἶπεν κύριος 41 [MT=48:41] ἐλήμφθη Ἀκκαριώθ, καὶ τὰ ὀχυρώματα συνελήμφθη· 42 [MT=48:42] καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη. 43 [MT=48:43] παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ Σοὶ, καθήμενος Μωάβ· 44 [MT=48:44]  φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλλημφθήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς.