Isaiah ch 8

Chapter 8

Damascus and Samaria Fall

1 καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ. 2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. 3 καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτοῦ ταχέως σκύλευσον, ὀξέως προνόμευσον· 4 διότι πρὶν γνῶναι τὸ παιδίον καλεῖν πατέρα, μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.

top

5 καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι 6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὼν καὶ τὸν υἱὸν Ῥομελίου βασιλέα ἐφ᾿ ὑμῶν, 7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν 8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι δυνατὸν συντελέσασθαί τι, καὶ ἔσται παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεθ᾿ ἡμῶν θεός.

top

A Believing Remnant

9 γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθ᾿ ἡμῶν κύριος θεός. 11 οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες 12 μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ἐὰν εἴπῃ λαὸς οὗτος, σκληρόν ἐστιν· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε· 13 κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. 14 καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοὶ εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι· δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ. 15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. 16 τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.

top

17 καὶ ἐρεῖ μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ. 18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, μοι ἔδωκεν θεός, καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ κυρίου σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.

top

19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ; τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς; 20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ.

top

21 καὶ ἥξει ἐφ᾿ ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται ὡς ἄν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια·1 καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, 22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος, ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν,