Daniel ch 1

Chapter 1


Old Greek Theodotion
1 ἐπὶ βασιλέως Ἰωακὶμ τῆς Ἰουδαίας ἔτους τρίτου παραγενόμενος Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ ἐπολιόρκει αὐτήν. 1 Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακὶμ βασιλέως Ἰούδα, ἦλθεν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλήμ, καὶ ἐπολιόρκει αὐτήν.
2 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας αὐτοῦ καὶ Ἰωακὶμ τὸν βασιλέα τῆς Ἰουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κυρίου, καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλῶνα καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ. 2 καὶ ἔδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ· καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἶκον τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ θεοῦ αὐτοῦ.
top
3 καὶ εἶπεν βασιλεὺς Ἀβιεσδρὶ τῷ ἑαυτοῦ ἀρχιευνούχῳ ἀγαγεῖν αὐτῷ ἐκ τῶν υἱῶν τῶν μεγιστάνων τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ βασιλικοῦ γένους καὶ ἐκ τῶν ἐπιλέκτων 3 καὶ εἶπεν βασιλεὺς τῷ Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ἰσραήλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμιν,
4 νεανίσκους ἀμώμους καὶ εὐειδεῖς καὶ ἐπιστήμονας ἐν πάσῃ σοφίᾳ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοφοὺς καὶ ἰσχύοντας ὥστε εἶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαϊκὴν 4 νεανίσκους, οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καὶ καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ, καὶ γιγνώσκοντας γνῶσιν, καὶ διανοουμένους φρόνησιν, καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων.
5 καὶ δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καθ᾿ ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου, οὗ πίνει βασιλεύς, καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως. 5 καὶ διέταξεν αὐτοῖς βασιλεὺς τὸ τῆς ἡμέρας καθ᾿ ἡμέραν, ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ, καὶ θρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως.
6 καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ἰσραὴλ τῶν ἀπὸ τῆς Ἰουδαίας Δανιήλ, Ἀνανίας, Μισαήλ, Ἀζαρίας. 6 καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα, Δανιήλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήλ.
7 καὶ ἐπέθηκεν αὐτοῖς ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν Δανιὴλ Βαλτασάρ, τῷ δὲ Ἀνανίᾳ Σεδρὰχ καὶ τῷ Μισαὴλ Μισὰχ καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ. 7 καὶ ἐπέθηκεν αὐτοῖς ἀρχιευνοῦχος ὀνόματα· τῷ Δανιὴλ Βαλτασάρ, καὶ τῷ Ἀνανίᾳ Σεδράχ, καὶ τῷ Μισαὴλ Μισάχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ.
top
8 καὶ ἐνεθυμήθη Δανιὴλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν πίνει οἴνῳ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνθῇ. 8 καὶ ἔθετο Δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ, ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὡς οὐ μὴ ἀλισγηθῇ.
9 καὶ ἔδωκε κύριος τῷ Δανιὴλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου. 9 καὶ ἔδωκεν θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου.
10 καὶ εἶπεν ἀρχιευνοῦχος τῷ Δανιὴλ ἀγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν ἵνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσθενῆ παρὰ τοὺς συντρεφομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν, καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ. 10 καὶ εἶπεν ἀρχιευνοῦχος τῷ Δανιήλ, φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα, τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ.
11 καὶ εἶπεν Δανιὴλ Ἀβιεσδρὶ τῷ ἀναδειχθέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιήλ, Ἀναμεήλ, Μισαήλ, Ἀζαρίαν 11 καὶ εἶπεν Δανιὴλ πρὸς Ἀμελσάδ, ὃν κατέστησεν ἀρχιευνοῦχος ἐπὶ Δανιήλ, Ἀναμεήλ, Μισαήλ, Ἀζαρίαν,
12 πείρασον δὴ τοὺς παῖδάς σου ἐφ᾿ ἡμέρας δέκα, καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν· 12 πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγόμεθα, καὶ ὕδωρ πιώμεθα,
13 καὶ ἐὰν φανῇ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου. 13 καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἄν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου.
14 καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. 14 καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.
15 μετὰ δὲ τὰς δέκα ἡμέρας ἐφάνη ὄψις αὐτῶν καλὴ καὶ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσθιόντων τὸ βασιλικὸν δεῖπνον. 15 καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως.
16 καὶ ἦν Ἀβιεσδρὶ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων. 16 καὶ ἐγένετο Ἀμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν, καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα.
17 καὶ τοῖς νεανίσκοις ἔδωκεν κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ· καὶ τῷ Δανιὴλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ. 17 καὶ τὰ παιδάρια ταῦτα οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις.
top
18 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ. 18 καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονόσορ.
19 καὶ ὡμίλησεν αὐτοῖς βασιλεύς, καὶ οὐχ εὑρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρίᾳ· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ. 19 καὶ ἐλάλησεν μετ᾿ αὐτῶν βασιλεύς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιήλ, καὶ Ἀνανίᾳ, καὶ Μισαήλ, καὶ Ἀζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.
20 καὶ ἐν παντὶ λόγῳ καὶ συνέσει καὶ παιδείᾳ, ὅσα ἐζήτησε παρ᾿ αὐτῶν βασιλεύς, κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπὲρ τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐδόξασεν αὐτοὺς βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας καὶ ἀνέδειξεν αὐτοὺς σοφοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ. 20 καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὧν ἐζήτησεν παρ᾿ αὐτῶν βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
21 καὶ ἦν Δανιὴλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως Περσῶν. 21 καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως.