Song of Solomon ch 1

Chapter 1

The Young Shulammite Bride and Jerusalem's Daughters

1 ἄσμα ᾀσμάτων, ἐστιν τῷ Σαλωμών. 2 φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, 3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα, μύρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, 4 εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέν με βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί, ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέν σε.

top

5 μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἱερουσαλήμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρεις Σαλωμών. 6 μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέν με ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

top

7 ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾿ ἀγέλαις ἑταίρων σου.

top

Solomon, the Lover, Speaks

8 ἐὰν μὴ γνῷς σεαυτήν, καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων. 9 τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ ὡμοίωσά σὲ πλησίον μου. 10 τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες, τράχηλός σου ὡς ὁρμίσκοι; 11 ὁμοιώματα χρυσίου ποιήσομέν σοὶ μετὰ στιγμάτων τοῦ ἀργυρίου.

top

12 ἕως οὗ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. 13 ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται· 14 βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Ἐγγαδδί.

top

15 ἰδοὺ εἶ καλή, πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραί. 16 ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνη ἡμῶν σύσκιος, 17 δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.