2 Samuel ch 1

Chapter 1

David Learns of Saul's Death

1 Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψεν τύπτων τὸν Ἀμαλήκ, καὶ ἐκάθισεν Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο. 2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 3 καὶ εἶπεν αὐτῷ Δαυὶδ Πόθεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτόν Ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσῳσμαι. 4 καὶ εἶπεν αὐτῷ Δαυὶδ Τίς λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι Ἔφυγεν λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ ἀπέθανεν καὶ Σαούλ, καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ ἀπέθανεν. 5 καὶ εἶπεν Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέθνηκεν Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ; 6 καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. 7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με, καὶ εἶπα Ἰδοὺ ἐγώ. 8 καὶ εἶπέν μοι Τίς εἶ σύ; καὶ εἶπα Ἀμαληκίτης ἐγώ εἰμι. 9 καὶ εἶπεν πρός με Στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ψυχή μου ἐν ἐμοί. 10 καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε. 11 καὶ ἐκράτησεν Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ. 13 καὶ εἶπεν Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι. 14 καὶ εἶπεν αὐτῷ Δαυὶδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου; 15 καὶ ἐκάλεσεν Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανεν. 16 καὶ εἶπεν Δαυὶδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου.

top

David's Dirge for Saul and Jonathan

17 Καὶ ἐθρήνησεν Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ 18 καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδαἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς

top

19 Στήλωσον, Ἰσραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί, 20 μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων, μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. 21 ὄρη τὰ ἐν Γελβουέ, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. 22 ἀφ᾿ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψεν κενή. 23 Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν, ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν. 24 θυγατέρες Ἰσραήλ, ἐπὶ Σαοὺλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν. 25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας. 26 ἀλγῶ ἐπὶ σοί, ἄδελφέ μου Ἰωνάθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. 27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά.