2 Chronicles ch 1

Chapter 1

Solomon Worships at Gibeon

1 καὶ ἐνίσχυσεν Σαλωμὼν υἱὸς Δαυὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ κύριος θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος. 2 καὶ εἶπεν Σαλωμὼν πρὸς πάντα Ἰσραήλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ἰσραήλ, τοῖς ἄρχουσι τῶν πατριῶν, 3 καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἐκκλησία μετ᾿ αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαών, οὗ ἐκεῖ ἦν σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ, ἣν ἐποίησεν Μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ· 4 ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυὶδ ἐκ πόλεως Καριαθιαρίμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ἱερουσαλήμ, 5 καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν, ἐποίησεν Βεσελεὴλ υἱὸς Οὐρίου υἱοῦ Ὤρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς κυρίου, καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἐκκλησία, 6 καὶ ἀνήνεγκεν ἐκεῖ Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν ἐπ᾿ αὐτὸ ὁλοκαύτωσιν χιλίαν.

top

7 ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη θεὸς τῷ Σαλωμὼν καὶ εἶπεν αὐτῷ αἴτησαι τί σοὶ δῶ.

Solomon's Prayer for Wisdom

8 καὶ εἶπεν Σαλωμὼν πρὸς τὸν θεόν σὺ ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσα με ἀντ᾿ αὐτοῦ· 9 καὶ νῦν, κύριε θεός πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυὶδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσα με ἐπὶ λαὸν πολὺν ὡς χοῦς τῆς γῆς· 10 νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;

top

11 καὶ εἶπεν θεὸς πρὸς Σαλωμὼν ἀνθ᾿ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐφ᾿ ὃν ἐβασίλευσά σὲ ἐπ᾿ αὐτόν, 12 τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοὶ καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοὶ ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως.

top

13 καὶ ἦλθεν Σαλωμὼν ἐκ βαμα τῆς ἐν Γαβαὼν εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ.

top

Solomon's Wealth

14 καὶ συνήγαγεν Σαλωμὼν ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ. 15 καὶ ἔθηκεν βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος. 16 καὶ ἔξοδος τῶν ἵππων τῶν Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· ἐμπορεύεσθαι ἠγόραζον 17 καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Χετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον. 18 [MT=2:1] καὶ εἶπεν Σαλωμὼν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.