1 Samuel ch 1

Chapter 1

Elkanah and His Wives

1 ἄνθρωπος ἦν ἐξ Ἀρμαθαὶμ Σιφὰ ἐξ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Ἐλκανὰ υἱὸς Ἰερεμεὴλ υἱοῦ Ἠλίου υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ. 2 καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Ἀννά, καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανά· καὶ ἦν τῇ Φεννανὰ παιδία, καὶ τῇ Ἀννὰ οὐκ ἦν παιδίον.

top

3 καὶ ἀνέβαινεν ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ Ἠλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ κυρίου.

top

4 καὶ ἐγενήθη ἡμέρᾳ καὶ ἔθυσεν Ἐλκανὰ καὶ ἔδωκεν τῇ Φεννανὰ γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς θυγατράσιν αὐτῆς μερίδας· 5 καὶ τῇ Ἀννὰ ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον· πλὴν ὅτι τὴν Ἀννὰν ἠγάπα Ἐλκανὰ ὑπὲρ ταύτην, καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς· 6 ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον. 7 οὕτως ἐποίει ἐνιαυτὸν κατ᾿ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.

top

8 καὶ εἶπεν αὐτῇ Ἐλκανὰ ἀνὴρ αὐτῆς Ἀννά. καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ, κύριε. καὶ εἶπεν αὐτῇ τί ἐστίν σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σὲ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοὶ ὑπὲρ δέκα τέκνα;

top

9 καὶ ἀνέστη Ἀννὰ μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼ καὶ κατέστη ἐνώπιον κυρίου, καὶ Ἠλὶ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ κυρίου.

top

10 καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν 11 καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Ἀδωναὶ κύριε ἐλωαῒ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

top

12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ἠλὶ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς· 13 καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἠλὶ εἰς μεθύουσαν. 14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἠλὶ ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου. 15 καὶ ἀπεκρίθη Ἀννὰ καὶ εἶπεν οὐχί, κύριε· γυνή, σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου· 16 μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. 17 καὶ ἀπεκρίθη Ἠλὶ καὶ εἶπεν αὐτῇ πορεύου εἰς εἰρήνην· θεὸς Ἰσραὴλ δῴη σοὶ πᾶν αἴτημά σου, ᾐτήσω παρ᾿ αὐτοῦ. 18 καὶ εἶπεν εὗρεν δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ἐπορεύθη γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.

top

Samuel Is Born to Hannah

19 καὶ ὀρθρίζουσιν τὸ πρωῒ καὶ προσκυνοῦσιν τῷ κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν Ἐλκανὰ εἰς τὸν οἶκον αὐτοῦ Ἀρμαθαὶμ καὶ ἔγνω τὴν Ἀννὰν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς κύριος, 20 καὶ συνέλαβεν, καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.

top

21 καὶ ἀνέβη ἄνθρωπος Ἐλκανὰ καὶ πᾶς οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ· 22 καὶ Ἀννὰ οὐκ ἀνέβη μετ᾿ αὐτοῦ, ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος. 23 καὶ εἶπεν αὐτῇ Ἐλκανὰ ἀνὴρ αὐτῆς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· κάθου, ἕως ἄν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς, ἕως ἄν ἀπογαλακτίσῃ αὐτόν.

top

24 καὶ ἀνέβη μετ᾿ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ᾿ αὐτῶν. 25 καὶ προσήγαγον ἐνώπιον κυρίου, καὶ ἔσφαξεν πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ, καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον. καὶ προσήγαγεν Ἀννὰ μήτηρ τοῦ παιδαρίου πρὸς Ἠλὶ 26 καὶ εἶπεν ἐν ἐμοί, κύριε· ζῇ ψυχή σου, ἐγὼ γυνὴ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς κύριον· 27 ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου, ᾐτησάμην παρ᾿ αὐτοῦ· 28 κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ κυρίῳ.