1 Kings ch 1

Chapter 1

David in Old Age

1 Καὶ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. 2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ, καὶ θερμανθήσεται κύριος ἡμῶν βασιλεύς. 3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραὴλ καὶ εὗρον τὴν Ἀβισὰκ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. 4 καὶ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ βασιλεὺς οὐκ ἔγνω αὐτήν.

top

5 Καὶ Ἀδωνίας υἱὸς Ἀγγὶθ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ. 7 καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας καὶ μετὰ Ἀβιαθὰρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνίου· 8 καὶ Σαδὼκ ἱερεὺς καὶ Βαναίας υἱὸς Ἰωδαὲ καὶ Νάθαν προφήτης καὶ Σεμεῒ καὶ Ῥηὶ καὶ οἱ δυνατοὶ τοῦ Δαυὶδ οὐκ ἦσαν ὀπίσω Ἀδωνίου. 9 καὶ ἐθυσίασεν Ἀδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελέθ, ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ῥωγήλ, καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ἰούδα, παῖδας τοῦ βασιλέως· 10 καὶ τὸν Νάθαν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν.

top

Nathan and Bathsheba

11 Καὶ εἶπεν Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνίας υἱὸς Ἀγγίθ; καὶ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω. 12 καὶ νῦν δεῦρο συμβουλεύσω, σοὶ δὴ συμβουλίαν καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών· 13 δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμὼν υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνίας; 14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου. 15 καὶ εἰσῆλθεν Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον, καὶ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Ἀβισὰκ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ. 16 καὶ ἔκυψεν Βηρσαβεὲ καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν βασιλεύς Τί ἐστίν σοι; 17  δὲ εἶπεν Κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν κυρίῳ τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Σαλωμὼν υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου. 18 καὶ νῦν ἰδοὺ Ἀδωνίας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως· 19 καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Ἀβιαθὰρ τὸν ἱερέα καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 20 καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν. 21 καὶ ἔσται ὡς ἄν κοιμηθῇ κύριός μου βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ υἱός μου Σαλωμὼν ἁμαρτωλοί. 22 καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Νάθαν προφήτης ἦλθεν. 23 καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Νάθαν προφήτης· καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 24 καὶ εἶπεν Νάθαν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Ἀδωνίας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου· 25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Ἀβιαθὰρ τὸν ἱερέα, καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν ζήτω βασιλεὺς Ἀδωνίας. 26 καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν Ἰωδαὲ καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 27 εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν; 28 καὶ ἀπεκρίθη Δαυὶδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ. 29 καὶ ὤμοσεν βασιλεὺς καὶ εἶπεν Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 30 ὅτι καθὼς ὤμοσά σοὶ ἐν κυρίῳ τῷ θεῷ Ἰσραὴλ λέγων ὅτι Σαλωμὼν υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. 31 καὶ ἔκυψεν Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ζήτω κύριός μου βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα. 32 καὶ εἶπεν βασιλεὺς Δαυὶδ Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν υἱὸν Ἰωδαέ· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως. 33 καὶ εἶπεν βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾿ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιών, 34 καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ἱερεὺς καὶ Νάθαν προφήτης εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε ζήτω βασιλεὺς Σαλωμών. 35 καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ᾿ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα. 36 καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδαὲ τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι κύριος θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως· 37 καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ.

Solomon Anointed King

38 καὶ κατέβη Σαδὼκ ἱερεὺς καὶ Νάθαν προφήτης καὶ Βαναίας υἱὸς Ἰωδαὲ καὶ Χερεθθὶ καὶ Φελεθθὶ καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιών. 39 καὶ ἔλαβεν Σαδὼκ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμὼν καὶ ἐσάλπισεν τῇ κερατίνῃ, καὶ εἶπεν πᾶς λαός ζήτω βασιλεὺς Σαλωμών. 40 καὶ ἀνέβη πᾶς λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐρράγη γῆ ἐν τῇ φωνῇ αὐτῶν.

top

41 Καὶ ἤκουσεν Ἀδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς φωνὴ τῆς πόλεως ἠχούσης; 42 ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ἰωνάθαν υἱὸς Ἀβιαθὰρ τοῦ ἱερέως ἦλθεν, καὶ εἶπεν Ἀδωνίας Εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἶ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι. 43 καὶ ἀπεκρίθη Ἰωνάθαν καὶ εἶπεν Καὶ μάλα κύριος ἡμῶν βασιλεὺς Δαυὶδ ἐβασίλευσεν τὸν Σαλωμών· 44 καὶ ἀπέστειλεν βασιλεὺς μετ᾿ αὐτοῦ τὸν Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν υἱὸν Ἰωδαὲ καὶ τὸν Χερεθθὶ καὶ τὸν Φελεθθὶ καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· 45 καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ἱερεὺς καὶ Νάθαν προφήτης εἰς βασιλέα ἐν τῷ Γιών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν πόλις· αὕτη φωνή, ἣν ἠκούσατε. 46 καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνον τῆς βασιλείας, 47 καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ λέγοντες Ἀγαθύναι θεὸς τὸ ὄνομα Σαλωμὼν τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ, 48 καί γε οὕτως εἶπεν βασιλεύς Εὐλογητὸς κύριος θεὸς Ἰσραήλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν.

top

49 Καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Ἀδωνίου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. 50 καὶ Ἀδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου. 51 καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες Ἰδοὺ Ἀδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον βασιλεὺς Σαλωμὼν εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ. 52 καὶ εἶπεν Σαλωμὼν Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται. 53 καὶ ἀπέστειλεν βασιλεὺς Σαλωμὼν καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμὼν δεῦρο εἰς τὸν οἶκόν σου.