Didache ch 12

Chapter 12

1 Πᾶς δὲ ἐρχόμενος ἐν ὀνόματι κυρίου δεχθήτω· ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε, σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν. 2 εἰ μὲν παρόδιός ἐστιν ἐρχόμενος, βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε· οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο τρεῖς ἡμέρας, ἐὰν ἀνάγκη. 3 εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω. 4 εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ᾿ ὑμῶν ζήσεται Χριστιανός. 5 εἰ δ᾿ οὐ θέλει οὕτω ποιεῖν, χριστέμπορός ἐστί· προσέχετε ἀπὸ τῶν τοιούτων.