Wisdom of Sirach

Prologue

1  Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν 2  καὶ τῶν ἄλλων τῶν κατ᾿ αὐτοὺς ἠκολουθηκότων δεδομένων, 3  ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ἰσραὴλ παιδείας καὶ σοφίας, 4  καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι, 5  ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι 6  καὶ λέγοντας καὶ γράφοντας, 7  πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς 8  εἴς τε τὴν τοῦ νόμου 9  καὶ τῶν προφητῶν 10  καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν 11  καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος 12  προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, 13  ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι 14  πολλῷ μᾶλλον ἐπιπροσθῶσιν1 διὰ τῆς ἐννόμου βιώσεως. 15  παρακέκλησθε οὖν 16  μετ᾿ εὐνοίας καὶ προσοχῆς 17  τὴν ἀνάγνωσιν ποιεῖσθαι 18  καὶ συγγνώμην ἔχειν 19  ἐφ᾿ οἷς ἄν δοκῶμεν 20  τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν· 21  οὐ γὰρ ἰσοδυναμεῖ 22  αὐτὰ ἐν ἑαυτοῖς Ἑβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν· 23  οὐ μόνον δὲ ταῦτα, 24  ἀλλὰ καὶ αὐτὸς νόμος καὶ αἱ προφητεῖαι 25  καὶ τὰ λοιπὰ τῶν βιβλίων 26  οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. 27  ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως 28  παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας 29  εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον 30  ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον 31  πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος 32  ἐν τῷ διαστήματι τοῦ χρόνου 33  πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι 34  καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν 35  προκατασκευαζομένους τὰ ἤθη 36  ἐννόμως βιοτεύειν.