Solomon Psalm 1

Psalm 1

1  Ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς· 2  ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· εἶπα ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης. 3  ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις. 4  πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς. 5  ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν οὐ μὴ πέσωσιν· 6  καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν. 7  αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν· 8  αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη, ἀποδιδόναι τὰ ἅγια κυρίου ἐν βεβηλώσει.