Manassah

Manassah

1 Κύριε παντοκράτωρ, θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, 2  ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, 3  πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου· 4 ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, 5 ὅτι ἄστεκτος μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, 6 ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου, 7 ὅτι σὺ εἶ κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων· 8 σὺ οὖν, κύριε θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τοῖς οὐχ ἡμαρτηκόσιν σοὶ, ἀλλ᾿ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ, 9 διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης, ἐπλήθυναν αἱ ἀνομίαι μου, κύριε, ἐπλήθυναν, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου 10 κατακαμπτόμενος πολλῷ δεθήσῃ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου, καὶ οὐκ ἔστιν μοι ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα. 11 καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρηστότητος 12 ἡμάρτηκα, κύριε, ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω. 13 αἰτοῦμαι δεόμενός σου ἄνες μοι, κύριε, ἄνες μοι, μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς. ὅτι σὺ εἶ, κύριε, θεὸς τῶν μετανοούντων, 14 καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου· ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου, 15 καὶ αἰνέσω σὲ διὰ παντὸς2 ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου. ὅτι σὲ ὑμνεῖ πᾶσα δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.